Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΟΥ δαυιδ μη παραζηλου εν πονηρευομενοις μηδε ζηλου τους ποιουντας την ανομιαν

Loading...


2 οτι ωσει χορτος ταχυ αποξηρανθησονται και ωσει λαχανα χλοης ταχυ αποπεσουνται 3 ελπισον επι κυριον και ποιει χρηστοτητα και κατασκηνου την γην και ποιμανθηση επι τω πλουτω αυτης 4 κατατρυφησον του κυριου και δωσει σοι τα αιτηματα της καρδιας σου 5 αποκαλυψον προς κυριον την οδον σου και ελπισον επ' αυτον και αυτος ποιησει 6 και εξοισει ως φως την δικαιοσυνην σου και το κριμα σου ως μεσημβριαν 7 υποταγηθι τω κυριω και ικετευσον αυτον μη παραζηλου εν τω κατευοδουμενω εν τη οδω αυτου εν ανθρωπω ποιουντι παρανομιας 8 παυσαι απο οργης και εγκαταλιπε θυμον μη παραζηλου ωστε πονηρευεσθαι 9 οτι οι πονηρευομενοι εξολεθρευθησονται οι δε υπομενοντες τον κυριον αυτοι κληρονομησουσιν γην 10 και ετι ολιγον και ου μη υπαρξη ο αμαρτωλος και ζητησεις τον τοπον αυτου και ου μη ευρης 11 οι δε πραεις κληρονομησουσιν γην και κατατρυφησουσιν επι πληθει ειρηνης

Loading...


12 παρατηρησεται ο αμαρτωλος τον δικαιον και βρυξει επ' αυτον τους οδοντας αυτου
13 ο δε κυριος εκγελασεται αυτον οτι προβλεπει οτι ηξει η ημερα αυτου 14 ρομφαιαν εσπασαντο οι αμαρτωλοι ενετειναν τοξον αυτων του καταβαλειν πτωχον και πενητα του σφαξαι τους ευθεις τη καρδια 15 η ρομφαια αυτων εισελθοι εις την καρδιαν αυτων και τα τοξα αυτων συντριβειησαν 16 κρεισσον ολιγον τω δικαιω υπερ πλουτον αμαρτωλων πολυν 17 οτι βραχιονες αμαρτωλων συντριβησονται υποστηριζει δε τους δικαιους κυριος 18 γινωσκει κυριος τας οδους των αμωμων και η κληρονομια αυτων εις τον αιωνα εσται 19 ου καταισχυνθησονται εν καιρω πονηρω και εν ημεραις λιμου χορτασθησονται 20 οτι οι αμαρτωλοι απολουνται οι δε εχθροι του κυριου αμα τω δοξασθηναι αυτους και υψωθηναι εκλιποντες ωσει καπνος εξελιπον 21 δανειζεται ο αμαρτωλος και ουκ αποτεισει ο δε δικαιος οικτιρει και διδοι 22 οτι οι ευλογουντες αυτον κληρονομησουσι γην οι δε καταρωμενοι αυτον εξολεθρευθησονται 23 παρα κυριου τα διαβηματα ανθρωπου κατευθυνεται και την οδον αυτου θελησει 24 οταν πεση ου καταραχθησεται οτι κυριος αντιστηριζει χειρα αυτου
25 νεωτερος εγενομην και γαρ εγηρασα και ουκ ειδον δικαιον εγκαταλελειμμενον ουδε το σπερμα αυτου ζητουν αρτους 26 ολην την ημεραν ελεα και δανειζει και το σπερμα αυτου εις ευλογιαν εσται 27 εκκλινον απο κακου και ποιησον αγαθον και κατασκηνου εις αιωνα αιωνος 28 οτι κυριος αγαπα κρισιν και ουκ εγκαταλειψει τους οσιους αυτου εις τον αιωνα φυλαχθησονται ανομοι δε εκδιωχθησονται και σπερμα ασεβων εξολεθρευθησεται 29 δικαιοι δε κληρονομησουσι γην και κατασκηνωσουσιν εις αιωνα αιωνος επ' αυτης 30 στομα δικαιου μελετησει σοφιαν και η γλωσσα αυτου λαλησει κρισιν

Loading...


31 ο νομος του θεου αυτου εν καρδια αυτου και ουχ υποσκελισθησεται τα διαβηματα αυτου

Loading...


32 κατανοει ο αμαρτωλος τον δικαιον και ζητει του θανατωσαι αυτον 33 ο δε κυριος ου μη εγκαταλιπη αυτον εις τας χειρας αυτου ουδε μη καταδικασηται αυτον οταν κρινηται αυτω 34 υπομεινον τον κυριον και φυλαξον την οδον αυτου και υψωσει σε του κατακληρονομησαι γην εν τω εξολεθρευεσθαι αμαρτωλους οψη 35 ειδον ασεβη υπερυψουμενον και επαιρομενον ως τας κεδρους του λιβανου 36 και παρηλθον και ιδου ουκ ην και εζητησα αυτον και ουχ ευρεθη ο τοπος αυτου 37 φυλασσε ακακιαν και ιδε ευθυτητα οτι εστιν εγκαταλειμμα ανθρωπω ειρηνικω 38 οι δε παρανομοι εξολεθρευθησονται επι το αυτο τα εγκαταλειμματα των ασεβων εξολεθρευθησονται 39 σωτηρια δε των δικαιων παρα κυριου και υπερασπιστης αυτων εστιν εν καιρω θλιψεως

Loading...


40 και βοηθησει αυτοις κυριος και ρυσεται αυτους και εξελειται αυτους εξ αμαρτωλων και σωσει αυτους οτι ηλπισαν επ' αυτον

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας