Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΣΥΝΕΣΕΩς τω ασαφ ινα τι απωσω ο θεος εις τελος ωργισθη ο θυμος σου επι προβατα νομης σου 2 μνησθητι της συναγωγης σου ης εκτησω απ' αρχης ελυτρωσω ραβδον κληρονομιας σου ορος σιων τουτο ο κατεσκηνωσας εν αυτω 3 επαρον τας χειρας σου επι τας υπερηφανιας αυτων εις τελος οσα επονηρευσατο ο εχθρος εν τοις αγιοις σου 4 και ενεκαυχησαντο οι μισουντες σε εν μεσω της εορτης σου εθεντο τα σημεια αυτων σημεια και ουκ εγνωσαν 5 ως εις την εισοδον υπερανω 6 ως εν δρυμω ξυλων αξιναις εξεκοψαν τας θυρας αυτης επι το αυτο εν πελεκει και λαξευτηριω κατερραξαν αυτην 7 ενεπυρισαν εν πυρι το αγιαστηριον σου εις την γην εβεβηλωσαν το σκηνωμα του ονοματος σου

Loading...


8 ειπαν εν τη καρδια αυτων η συγγενεια αυτων επι το αυτο δευτε και κατακαυσωμεν πασας τας εορτας του θεου απο της γης 9 τα σημεια ημων ουκ ειδομεν ουκ εστιν ετι προφητης και ημας ου γνωσεται ετι 10 εως ποτε ο θεος ονειδιει ο εχθρος παροξυνει ο υπεναντιος το ονομα σου εις τελος 11 ινα τι αποστρεφεις την χειρα σου και την δεξιαν σου εκ μεσου του κολπου σου εις τελος 12 ο δε θεος βασιλευς ημων προ αιωνος ειργασατο σωτηριαν εν μεσω της γης

Loading...


13 συ εκραταιωσας εν τη δυναμει σου την θαλασσαν συ συνετριψας τας κεφαλας των δρακοντων επι του υδατος 14 συ συνεθλασας τας κεφαλας του δρακοντος εδωκας αυτον βρωμα λαοις τοις αιθιοψιν 15 συ διερρηξας πηγας και χειμαρρους συ εξηρανας ποταμους ηθαμ 16 ση εστιν η ημερα και ση εστιν η νυξ συ κατηρτισω φαυσιν και ηλιον 17 συ εποιησας παντα τα ορια της γης θερος και εαρ συ επλασας αυτα 18 μνησθητι ταυτης εχθρος ωνειδισεν τον κυριον και λαος αφρων παρωξυνεν το ονομα σου 19 μη παραδως τοις θηριοις ψυχην εξομολογουμενην σοι των ψυχων των πενητων σου μη επιλαθη εις τελος 20 επιβλεψον εις την διαθηκην σου οτι επληρωθησαν οι εσκοτισμενοι της γης οικων ανομιων 21 μη αποστραφητω τεταπεινωμενος κατησχυμμενος πτωχος και πενης αινεσουσιν το ονομα σου 22 αναστα ο θεος δικασον την δικην σου μνησθητι των ονειδισμων σου των υπο αφρονος ολην την ημεραν 23 μη επιλαθη της φωνης των ικετων σου η υπερηφανια των μισουντων σε ανεβη δια παντος προς σε

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας