Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΟΡΑΣΙς ην ειδεν ησαιας υιος αμως ην ειδεν κατα της ιουδαιας και κατα ιερουσαλημ εν βασιλεια οζιου και ιωαθαμ και αχαζ και εζεκιου οι εβασιλευσαν της ιουδαιας 2 ακουε ουρανε και ενωτιζου γη οτι κυριος ελαλησεν υιους εγεννησα και υψωσα αυτοι δε με ηθετησαν

Loading...


3 εγνω βους τον κτησαμενον και ονος την φατνην του κυριου αυτου ισραηλ δε με ουκ εγνω και ο λαος με ου συνηκεν 4 ουαι εθνος αμαρτωλον λαος πληρης αμαρτιων σπερμα πονηρον υιοι ανομοι εγκατελιπατε τον κυριον και παρωργισατε τον αγιον του ισραηλ 5 τι ετι πληγητε προστιθεντες ανομιαν πασα κεφαλη εις πονον και πασα καρδια εις λυπην 6 απο ποδων εως κεφαλης ουτε τραυμα ουτε μωλωψ ουτε πληγη φλεγμαινουσα ουκ εστιν μαλαγμα επιθειναι ουτε ελαιον ουτε καταδεσμους 7 η γη υμων ερημος αι πολεις υμων πυρικαυστοι την χωραν υμων ενωπιον υμων αλλοτριοι κατεσθιουσιν αυτην και ηρημωται κατεστραμμενη υπο λαων αλλοτριων

Loading...


8 εγκαταλειφθησεται η θυγατηρ σιων ως σκηνη εν αμπελωνι και ως οπωροφυλακιον εν σικυηρατω ως πολις πολιορκουμενη 9 και ει μη κυριος σαβαωθ εγκατελιπεν ημιν σπερμα ως σοδομα αν εγενηθημεν και ως γομορρα αν ωμοιωθημεν

Loading...


10 ακουσατε λογον κυριου αρχοντες σοδομων προσεχετε νομον θεου λαος γομορρας 11 τι μοι πληθος των θυσιων υμων λεγει κυριος πληρης ειμι ολοκαυτωματων κριων και στεαρ αρνων και αιμα ταυρων και τραγων ου βουλομαι

Loading...


12 ουδ' εαν ερχησθε οφθηναι μοι τις γαρ εξεζητησεν ταυτα εκ των χειρων υμων πατειν την αυλην μου
13 ου προσθησεσθε εαν φερητε σεμιδαλιν ματαιον θυμιαμα βδελυγμα μοι εστιν τας νουμηνιας υμων και τα σαββατα και ημεραν μεγαλην ουκ ανεχομαι νηστειαν και αργιαν 14 και τας νουμηνιας υμων και τας εορτας υμων μισει η ψυχη μου εγενηθητε μοι εις πλησμονην ουκετι ανησω τας αμαρτιας υμων 15 οταν τας χειρας εκτεινητε προς με αποστρεψω τους οφθαλμους μου αφ' υμων και εαν πληθυνητε την δεησιν ουκ εισακουσομαι υμων αι γαρ χειρες υμων αιματος πληρεις

Loading...


16 λουσασθε καθαροι γενεσθε αφελετε τας πονηριας απο των ψυχων υμων απεναντι των οφθαλμων μου παυσασθε απο των πονηριων υμων

Loading...


17 μαθετε καλον ποιειν εκζητησατε κρισιν ρυσασθε αδικουμενον κρινατε ορφανω και δικαιωσατε χηραν 18 και δευτε και διελεγχθωμεν λεγει κυριος και εαν ωσιν αι αμαρτιαι υμων ως φοινικουν ως χιονα λευκανω εαν δε ωσιν ως κοκκινον ως εριον λευκανω 19 και εαν θελητε και εισακουσητε μου τα αγαθα της γης φαγεσθε 20 εαν δε μη θελητε μηδε εισακουσητε μου μαχαιρα υμας κατεδεται το γαρ στομα κυριου ελαλησεν ταυτα 21 πως εγενετο πορνη πολις πιστη σιων πληρης κρισεως εν η δικαιοσυνη εκοιμηθη εν αυτη νυν δε φονευται 22 το αργυριον υμων αδοκιμον οι καπηλοι σου μισγουσι τον οινον υδατι 23 οι αρχοντες σου απειθουσιν κοινωνοι κλεπτων αγαπωντες δωρα διωκοντες ανταποδομα ορφανοις ου κρινοντες και κρισιν χηρων ου προσεχοντες

Loading...


24 δια τουτο ταδε λεγει ο δεσποτης κυριος σαβαωθ ουαι οι ισχυοντες ισραηλ ου παυσεται γαρ μου ο θυμος εν τοις υπεναντιοις και κρισιν εκ των εχθρων μου ποιησω
25 και επαξω την χειρα μου επι σε και πυρωσω σε εις καθαρον τους δε απειθουντας απολεσω και αφελω παντας ανομους απο σου και παντας υπερηφανους ταπεινωσω 26 και επιστησω τους κριτας σου ως το προτερον και τους συμβουλους σου ως το απ' αρχης και μετα ταυτα κληθηση πολις δικαιοσυνης μητροπολις πιστη σιων 27 μετα γαρ κριματος σωθησεται η αιχμαλωσια αυτης και μετα ελεημοσυνης 28 και συντριβησονται οι ανομοι και οι αμαρτωλοι αμα και οι εγκαταλειποντες τον κυριον συντελεσθησονται 29 διοτι αισχυνθησονται επι τοις ειδωλοις αυτων α αυτοι ηβουλοντο και επησχυνθησαν επι τοις κηποις αυτων α επεθυμησαν 30 εσονται γαρ ως τερεβινθος αποβεβληκυια τα φυλλα και ως παραδεισος υδωρ μη εχων 31 και εσται η ισχυς αυτων ως καλαμη στιππυου και αι εργασιαι αυτων ως σπινθηρες πυρος και κατακαυθησονται οι ανομοι και οι αμαρτωλοι αμα και ουκ εσται ο σβεσων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας