Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΟ λημμα ο ειδεν αμβακουμ ο προφητης 2 εως τινος κυριε κεκραξομαι και ου μη εισακουσης βοησομαι προς σε αδικουμενος και ου σωσεις 3 ινα τι μοι εδειξας κοπους και πονους επιβλεπειν ταλαιπωριαν και ασεβειαν εξ εναντιας μου γεγονεν κρισις και ο κριτης λαμβανει 4 δια τουτο διεσκεδασται νομος και ου διεξαγεται εις τελος κριμα οτι ο ασεβης καταδυναστευει τον δικαιον ενεκεν τουτου εξελευσεται το κριμα διεστραμμενον 5 ιδετε οι καταφρονηται και επιβλεψατε και θαυμασατε θαυμασια και αφανισθητε διοτι εργον εγω εργαζομαι εν ταις ημεραις υμων ο ου μη πιστευσητε εαν τις εκδιηγηται

Loading...


6 διοτι ιδου εγω εξεγειρω εφ' υμας τους χαλδαιους τους μαχητας το εθνος το πικρον και το ταχινον το πορευομενον επι τα πλατη της γης του κατακληρονομησαι σκηνωματα ουκ αυτου 7 φοβερος και επιφανης εστιν εξ αυτου το κριμα αυτου εσται και το λημμα αυτου εξ αυτου εξελευσεται 8 και εξαλουνται υπερ παρδαλεις οι ιπποι αυτου και οξυτεροι υπερ τους λυκους της αραβιας και εξιππασονται οι ιππεις αυτου και ορμησουσιν μακροθεν και πετασθησονται ως αετος προθυμος εις το φαγειν 9 συντελεια εις ασεβεις ηξει ανθεστηκοτας προσωποις αυτων εξ εναντιας και συναξει ως αμμον αιχμαλωσιαν 10 και αυτος εν βασιλευσιν εντρυφησει και τυραννοι παιγνια αυτου και αυτος εις παν οχυρωμα εμπαιξεται και βαλει χωμα και κρατησει αυτου 11 τοτε μεταβαλει το πνευμα και διελευσεται και εξιλασεται αυτη η ισχυς τω θεω μου 12 ουχι συ απ' αρχης κυριε ο θεος ο αγιος μου και ου μη αποθανωμεν κυριε εις κριμα τεταχας αυτον και επλασεν με του ελεγχειν παιδειαν αυτου 13 καθαρος οφθαλμος του μη οραν πονηρα και επιβλεπειν επι πονους ου δυνηση ινα τι επιβλεπεις επι καταφρονουντας παρασιωπηση εν τω καταπινειν ασεβη τον δικαιον

Loading...


14 και ποιησεις τους ανθρωπους ως τους ιχθυας της θαλασσης και ως τα ερπετα τα ουκ εχοντα ηγουμενον 15 συντελειαν εν αγκιστρω ανεσπασεν και ειλκυσεν αυτον εν αμφιβληστρω και συνηγαγεν αυτον εν ταις σαγηναις αυτου ενεκεν τουτου ευφρανθησεται και χαρησεται η καρδια αυτου 16 ενεκεν τουτου θυσει τη σαγηνη αυτου και θυμιασει τω αμφιβληστρω αυτου οτι εν αυτοις ελιπανεν μεριδα αυτου και τα βρωματα αυτου εκλεκτα 17 δια τουτο αμφιβαλει το αμφιβληστρον αυτου και δια παντος αποκτεννειν εθνη ου φεισεται

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας