Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο μετα τους λογους τουτους εν ταις ημεραις αρταξερξου ουτος ο αρταξερξης απο της ινδικης εκατον εικοσι επτα χωρων εκρατησεν 2 εν αυταις ταις ημεραις οτε εθρονισθη ο βασιλευς αρταξερξης εν σουσοις τη πολει 3 εν τω τριτω ετει βασιλευοντος αυτου δοχην εποιησεν τοις φιλοις και τοις λοιποις εθνεσιν και τοις περσων και μηδων ενδοξοις και τοις αρχουσιν των σατραπων 4 και μετα ταυτα μετα το δειξαι αυτοις τον πλουτον της βασιλειας αυτου και την δοξαν της ευφροσυνης του πλουτου αυτου επι ημερας εκατον ογδοηκοντα 5 οτε δε ανεπληρωθησαν αι ημεραι του γαμου εποιησεν ο βασιλευς ποτον τοις εθνεσιν τοις ευρεθεισιν εις την πολιν επι ημερας εξ εν αυλη οικου του βασιλεως 6 κεκοσμημενη βυσσινοις και καρπασινοις τεταμενοις επι σχοινιοις βυσσινοις και πορφυροις επι κυβοις χρυσοις και αργυροις επι στυλοις παρινοις και λιθινοις κλιναι χρυσαι και αργυραι επι λιθοστρωτου σμαραγδιτου λιθου και πιννινου και παρινου λιθου και στρωμναι διαφανεις ποικιλως διηνθισμεναι κυκλω ροδα πεπασμενα 7 ποτηρια χρυσα και αργυρα και ανθρακινον κυλικιον προκειμενον απο ταλαντων τρισμυριων οινος πολυς και ηδυς ον αυτος ο βασιλευς επινεν 8 ο δε ποτος ουτος ου κατα προκειμενον νομον εγενετο ουτως δε ηθελησεν ο βασιλευς και επεταξεν τοις οικονομοις ποιησαι το θελημα αυτου και των ανθρωπων 9 και αστιν η βασιλισσα εποιησε ποτον ταις γυναιξιν εν τοις βασιλειοις οπου ο βασιλευς αρταξερξης 10 εν δε τη ημερα τη εβδομη ηδεως γενομενος ο βασιλευς ειπεν τω αμαν και βαζαν και θαρρα και βωραζη και ζαθολθα και αβαταζα και θαραβα τοις επτα ευνουχοις τοις διακονοις του βασιλεως αρταξερξου 11 εισαγαγειν την βασιλισσαν προς αυτον βασιλευειν αυτην και περιθειναι αυτη το διαδημα και δειξαι αυτην πασιν τοις αρχουσιν και τοις εθνεσιν το καλλος αυτης οτι καλη ην

Loading...


12 και ουκ εισηκουσεν αυτου αστιν η βασιλισσα ελθειν μετα των ευνουχων και ελυπηθη ο βασιλευς και ωργισθη
13 και ειπεν τοις φιλοις αυτου κατα ταυτα ελαλησεν αστιν ποιησατε ουν περι τουτου νομον και κρισιν 14 και προσηλθεν αυτω αρκεσαιος και σαρσαθαιος και μαλησεαρ οι αρχοντες περσων και μηδων οι εγγυς του βασιλεως οι πρωτοι παρακαθημενοι τω βασιλει 15 και απηγγειλαν αυτω κατα τους νομους ως δει ποιησαι αστιν τη βασιλισση οτι ουκ εποιησεν τα υπο του βασιλεως προσταχθεντα δια των ευνουχων 16 και ειπεν ο μουχαιος προς τον βασιλεα και τους αρχοντας ου τον βασιλεα μονον ηδικησεν αστιν η βασιλισσα αλλα και παντας τους αρχοντας και τους ηγουμενους του βασιλεως 17 και γαρ διηγησατο αυτοις τα ρηματα της βασιλισσης και ως αντειπεν τω βασιλει ως ουν αντειπεν τω βασιλει αρταξερξη 18 ουτως σημερον αι τυραννιδες αι λοιπαι των αρχοντων περσων και μηδων ακουσασαι τα τω βασιλει λεχθεντα υπ' αυτης τολμησουσιν ομοιως ατιμασαι τους ανδρας αυτων 19 ει ουν δοκει τω βασιλει προσταξατω βασιλικον και γραφητω κατα τους νομους μηδων και περσων και μη αλλως χρησασθω μηδε εισελθατω ετι η βασιλισσα προς αυτον και την βασιλειαν αυτης δοτω ο βασιλευς γυναικι κρειττονι αυτης

Loading...


20 και ακουσθητω ο νομος ο υπο του βασιλεως ον εαν ποιη εν τη βασιλεια αυτου και ουτως πασαι αι γυναικες περιθησουσιν τιμην τοις ανδρασιν εαυτων απο πτωχου εως πλουσιου 21 και ηρεσεν ο λογος τω βασιλει και τοις αρχουσι και εποιησεν ο βασιλευς καθα ελαλησεν ο μουχαιος 22 και απεστειλεν εις πασαν την βασιλειαν κατα χωραν κατα την λεξιν αυτων ωστε ειναι φοβον αυτοις εν ταις οικιαις αυτων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας