Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΛΟΓΟς κυριου ος εγενηθη προς ιωηλ τον του βαθουηλ 2 ακουσατε δη ταυτα οι πρεσβυτεροι και ενωτισασθε παντες οι κατοικουντες την γην ει γεγονεν τοιαυτα εν ταις ημεραις υμων η εν ταις ημεραις των πατερων υμων

Loading...


3 υπερ αυτων τοις τεκνοις υμων διηγησασθε και τα τεκνα υμων τοις τεκνοις αυτων και τα τεκνα αυτων εις γενεαν ετεραν 4 τα καταλοιπα της καμπης κατεφαγεν η ακρις και τα καταλοιπα της ακριδος κατεφαγεν ο βρουχος και τα καταλοιπα του βρουχου κατεφαγεν η ερυσιβη 5 εκνηψατε οι μεθυοντες εξ οινου αυτων και κλαυσατε θρηνησατε παντες οι πινοντες οινον εις μεθην οτι εξηρται εκ στοματος υμων ευφροσυνη και χαρα 6 οτι εθνος ανεβη επι την γην μου ισχυρον και αναριθμητον οι οδοντες αυτου οδοντες λεοντος και αι μυλαι αυτου σκυμνου

Loading...


7 εθετο την αμπελον μου εις αφανισμον και τας συκας μου εις συγκλασμον ερευνων εξηρευνησεν αυτην και ερριψεν ελευκανεν κληματα αυτης 8 θρηνησον προς με υπερ νυμφην περιεζωσμενην σακκον επι τον ανδρα αυτης τον παρθενικον 9 εξηρται θυσια και σπονδη εξ οικου κυριου πενθειτε οι ιερεις οι λειτουργουντες θυσιαστηριω 10 οτι τεταλαιπωρηκεν τα πεδια πενθειτω η γη οτι τεταλαιπωρηκεν σιτος εξηρανθη οινος ωλιγωθη ελαιον 11 εξηρανθησαν οι γεωργοι θρηνειτε κτηματα υπερ πυρου και κριθης οτι απολωλεν τρυγητος εξ αγρου 12 η αμπελος εξηρανθη και αι συκαι ωλιγωθησαν ροα και φοινιξ και μηλον και παντα τα ξυλα του αγρου εξηρανθησαν οτι ησχυναν χαραν οι υιοι των ανθρωπων
13 περιζωσασθε και κοπτεσθε οι ιερεις θρηνειτε οι λειτουργουντες θυσιαστηριω εισελθατε υπνωσατε εν σακκοις λειτουργουντες θεω οτι απεσχηκεν εξ οικου θεου υμων θυσια και σπονδη 14 αγιασατε νηστειαν κηρυξατε θεραπειαν συναγαγετε πρεσβυτερους παντας κατοικουντας γην εις οικον θεου υμων και κεκραξατε προς κυριον εκτενως

Loading...


15 οιμμοι οιμμοι οιμμοι εις ημεραν οτι εγγυς ημερα κυριου και ως ταλαιπωρια εκ ταλαιπωριας ηξει 16 κατεναντι των οφθαλμων υμων βρωματα εξωλεθρευθη εξ οικου θεου υμων ευφροσυνη και χαρα 17 εσκιρτησαν δαμαλεις επι ταις φατναις αυτων ηφανισθησαν θησαυροι κατεσκαφησαν ληνοι οτι εξηρανθη σιτος 18 τι αποθησομεν εαυτοις εκλαυσαν βουκολια βοων οτι ουχ υπηρχεν νομη αυτοις και τα ποιμνια των προβατων ηφανισθησαν 19 προς σε κυριε βοησομαι οτι πυρ ανηλωσεν τα ωραια της ερημου και φλοξ ανηψεν παντα τα ξυλα του αγρου 20 και τα κτηνη του πεδιου ανεβλεψαν προς σε οτι εξηρανθησαν αφεσεις υδατων και πυρ κατεφαγεν τα ωραια της ερημου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας