Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΝ τω δευτερω ετει επι δαρειου του βασιλεως εν τω μηνι τω εκτω μια του μηνος εγενετο λογος κυριου εν χειρι αγγαιου του προφητου λεγων ειπον δη προς ζοροβαβελ τον του σαλαθιηλ εκ φυλης ιουδα και προς ιησουν τον του ιωσεδεκ τον ιερεα τον μεγαν λεγων

Loading...


2 ταδε λεγει κυριος παντοκρατωρ λεγων ο λαος ουτος λεγουσιν ουχ ηκει ο καιρος του οικοδομησαι τον οικον κυριου 3 και εγενετο λογος κυριου εν χειρι αγγαιου του προφητου λεγων 4 ει καιρος υμιν μεν εστιν του οικειν εν οικοις υμων κοιλοσταθμοις ο δε οικος ουτος εξηρημωται 5 και νυν ταδε λεγει κυριος παντοκρατωρ ταξατε δη τας καρδιας υμων εις τας οδους υμων 6 εσπειρατε πολλα και εισηνεγκατε ολιγα εφαγετε και ουκ εις πλησμονην επιετε και ουκ εις μεθην περιεβαλεσθε και ουκ εθερμανθητε εν αυτοις και ο τους μισθους συναγων συνηγαγεν εις δεσμον τετρυπημενον

Loading...


7 ταδε λεγει κυριος παντοκρατωρ θεσθε τας καρδιας υμων εις τας οδους υμων 8 αναβητε επι το ορος και κοψατε ξυλα και οικοδομησατε τον οικον και ευδοκησω εν αυτω και ενδοξασθησομαι ειπεν κυριος 9 επεβλεψατε εις πολλα και εγενετο ολιγα και εισηνεχθη εις τον οικον και εξεφυσησα αυτα δια τουτο ταδε λεγει κυριος παντοκρατωρ ανθ' ων ο οικος μου εστιν ερημος υμεις δε διωκετε εκαστος εις τον οικον αυτου 10 δια τουτο ανεξει ο ουρανος απο δροσου και η γη υποστελειται τα εκφορια αυτης 11 και επαξω ρομφαιαν επι την γην και επι τα ορη και επι τον σιτον και επι τον οινον και επι το ελαιον και οσα εκφερει η γη και επι τους ανθρωπους και επι τα κτηνη και επι παντας τους πονους των χειρων αυτων 12 και ηκουσεν ζοροβαβελ ο του σαλαθιηλ εκ φυλης ιουδα και ιησους ο του ιωσεδεκ ο ιερευς ο μεγας και παντες οι καταλοιποι του λαου της φωνης κυριου του θεου αυτων και των λογων αγγαιου του προφητου καθοτι εξαπεστειλεν αυτον κυριος ο θεος αυτων προς αυτους και εφοβηθη ο λαος απο προσωπου κυριου 13 και ειπεν αγγαιος ο αγγελος κυριου τω λαω εγω ειμι μεθ' υμων λεγει κυριος 14 και εξηγειρεν κυριος το πνευμα ζοροβαβελ του σαλαθιηλ εκ φυλης ιουδα και το πνευμα ιησου του ιωσεδεκ του ιερεως του μεγαλου και το πνευμα των καταλοιπων παντος του λαου και εισηλθον και εποιουν εργα εν τω οικω κυριου παντοκρατορος θεου αυτων

Loading...


15 τη τετραδι και εικαδι του μηνος του εκτου τω δευτερω ετει επι δαρειου του βασιλεως

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας