Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΠΑΥΛΟς δουλος θεου αποστολος δε ιησου χριστου κατα πιστιν εκλεκτων θεου και επιγνωσιν αληθειας της κατ ευσεβειαν 2 επ ελπιδι ζωης αιωνιου ην επηγγειλατο ο αψευδης θεος προ χρονων αιωνιων 3 εφανερωσεν δε καιροις ιδιοις τον λογον αυτου εν κηρυγματι ο επιστευθην εγω κατ επιταγην του σωτηρος ημων θεου 4 τιτω γνησιω τεκνω κατα κοινην πιστιν χαρις ελεος ειρηνη απο θεου πατρος και κυριου ιησου χριστου του σωτηρος ημων 5 τουτου χαριν κατελιπον σε εν κρητη ινα τα λειποντα επιδιορθωση και καταστησης κατα πολιν πρεσβυτερους ως εγω σοι διεταξαμην 6 ει τις εστιν ανεγκλητος μιας γυναικος ανηρ τεκνα εχων πιστα μη εν κατηγορια ασωτιας η ανυποτακτα 7 δει γαρ τον επισκοπον ανεγκλητον ειναι ως θεου οικονομον μη αυθαδη μη οργιλον μη παροινον μη πληκτην μη αισχροκερδη

Loading...


8 αλλα φιλοξενον φιλαγαθον σωφρονα δικαιον οσιον εγκρατη 9 αντεχομενον του κατα την διδαχην πιστου λογου ινα δυνατος η και παρακαλειν εν τη διδασκαλια τη υγιαινουση και τους αντιλεγοντας ελεγχειν 10 εισιν γαρ πολλοι και ανυποτακτοι ματαιολογοι και φρεναπαται μαλιστα οι εκ περιτομης 11 ους δει επιστομιζειν οιτινες ολους οικους ανατρεπουσιν διδασκοντες α μη δει αισχρου κερδους χαριν 12 ειπεν τις εξ αυτων ιδιος αυτων προφητης κρητες αει ψευσται κακα θηρια γαστερες αργαι 13 η μαρτυρια αυτη εστιν αληθης δι ην αιτιαν ελεγχε αυτους αποτομως ινα υγιαινωσιν εν τη πιστει 14 μη προσεχοντες ιουδαικοις μυθοις και εντολαις ανθρωπων αποστρεφομενων την αληθειαν 15 παντα μεν καθαρα τοις καθαροις τοις δε μεμιασμενοις και απιστοις ουδεν καθαρον αλλα μεμιανται αυτων και ο νους και η συνειδησις

Loading...


16 θεον ομολογουσιν ειδεναι τοις δε εργοις αρνουνται βδελυκτοι οντες και απειθεις και προς παν εργον αγαθον αδοκιμοι

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας