Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
Ο δε κυριος απεστησεν τον υπνον απο του βασιλεως την νυκτα εκεινην και ειπεν τω διδασκαλω αυτου εισφερειν γραμματα μνημοσυνα των ημερων αναγινωσκειν αυτω 2 ευρεν δε τα γραμματα τα γραφεντα περι μαρδοχαιου ως απηγγειλεν τω βασιλει περι των δυο ευνουχων του βασιλεως εν τω φυλασσειν αυτους και ζητησαι επιβαλειν τας χειρας αρταξερξη 3 ειπεν δε ο βασιλευς τινα δοξαν η χαριν εποιησαμεν τω μαρδοχαιω και ειπαν οι διακονοι του βασιλεως ουκ εποιησας αυτω ουδεν 4 εν δε τω πυνθανεσθαι τον βασιλεα περι της ευνοιας μαρδοχαιου ιδου αμαν εν τη αυλη ειπεν δε ο βασιλευς τις εν τη αυλη ο δε αμαν εισηλθεν ειπειν τω βασιλει κρεμασαι τον μαρδοχαιον επι τω ξυλω ω ητοιμασεν 5 και ειπαν οι διακονοι του βασιλεως ιδου αμαν εστηκεν εν τη αυλη και ειπεν ο βασιλευς καλεσατε αυτον 6 ειπεν δε ο βασιλευς τω αμαν τι ποιησω τω ανθρωπω ον εγω θελω δοξασαι ειπεν δε εν εαυτω αμαν τινα θελει ο βασιλευς δοξασαι ει μη εμε 7 ειπεν δε προς τον βασιλεα ανθρωπον ον ο βασιλευς θελει δοξασαι

Loading...


8 ενεγκατωσαν οι παιδες του βασιλεως στολην βυσσινην ην ο βασιλευς περιβαλλεται και ιππον εφ' ον ο βασιλευς επιβαινει 9 και δοτω ενι των φιλων του βασιλεως των ενδοξων και στολισατω τον ανθρωπον ον ο βασιλευς αγαπα και αναβιβασατω αυτον επι τον ιππον και κηρυσσετω δια της πλατειας της πολεως λεγων ουτως εσται παντι ανθρωπω ον ο βασιλευς δοξαζει 10 ειπεν δε ο βασιλευς τω αμαν καθως ελαλησας ουτως ποιησον τω μαρδοχαιω τω ιουδαιω τω θεραπευοντι εν τη αυλη και μη παραπεσατω σου λογος ων ελαλησας 11 ελαβεν δε αμαν την στολην και τον ιππον και εστολισεν τον μαρδοχαιον και ανεβιβασεν αυτον επι τον ιππον και διηλθεν δια της πλατειας της πολεως και εκηρυσσεν λεγων ουτως εσται παντι ανθρωπω ον ο βασιλευς θελει δοξασαι

Loading...


12 επεστρεψεν δε ο μαρδοχαιος εις την αυλην αμαν δε υπεστρεψεν εις τα ιδια λυπουμενος κατα κεφαλης 13 και διηγησατο αμαν τα συμβεβηκοτα αυτω ζωσαρα τη γυναικι αυτου και τοις φιλοις και ειπαν προς αυτον οι φιλοι και η γυνη ει εκ γενους ιουδαιων μαρδοχαιος ηρξαι ταπεινουσθαι ενωπιον αυτου πεσων πεση ου μη δυνη αυτον αμυνασθαι οτι θεος ζων μετ' αυτου 14 ετι αυτων λαλουντων παραγινονται οι ευνουχοι επισπευδοντες τον αμαν επι τον ποτον ον ητοιμασεν εσθηρ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας