Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΙΔΟΥ γαρ βασιλευς δικαιος βασιλευσει και αρχοντες μετα κρισεως αρξουσιν 2 και εσται ο ανθρωπος κρυπτων τους λογους αυτου και κρυβησεται ως αφ' υδατος φερομενου και φανησεται εν σιων ως ποταμος φερομενος ενδοξος εν γη διψωση 3 και ουκετι εσονται πεποιθοτες επ' ανθρωποις αλλα τα ωτα δωσουσιν ακουειν 4 και η καρδια των ασθενουντων προσεξει του ακουειν και αι γλωσσαι αι ψελλιζουσαι ταχυ μαθησονται λαλειν ειρηνην 5 και ουκετι μη ειπωσιν τω μωρω αρχειν και ουκετι μη ειπωσιν οι υπηρεται σου σιγα 6 ο γαρ μωρος μωρα λαλησει και η καρδια αυτου ματαια νοησει του συντελειν ανομα και λαλειν προς κυριον πλανησιν του διασπειραι ψυχας πεινωσας και τας ψυχας τας διψωσας κενας ποιησαι 7 η γαρ βουλη των πονηρων ανομα βουλευσεται καταφθειραι ταπεινους εν λογοις αδικοις και διασκεδασαι λογους ταπεινων εν κρισει 8 οι δε ευσεβεις συνετα εβουλευσαντο και αυτη η βουλη μενει 9 γυναικες πλουσιαι αναστητε και ακουσατε της φωνης μου θυγατερες εν ελπιδι ακουσατε τους λογους μου 10 ημερας ενιαυτου μνειαν ποιησασθε εν οδυνη μετ' ελπιδος ανηλωται ο τρυγητος πεπαυται ο σπορος και ουκετι μη ελθη 11 εκστητε λυπηθητε αι πεποιθυιαι εκδυσασθε γυμναι γενεσθε περιζωσασθε σακκους τας οσφυας 12 και επι των μαστων κοπτεσθε απο αγρου επιθυμηματος και αμπελου γενηματος
13 η γη του λαου μου ακανθα και χορτος αναβησεται και εκ πασης οικιας ευφροσυνη αρθησεται πολις πλουσια 14 οικοι εγκαταλελειμμενοι πλουτον πολεως και οικους επιθυμητους αφησουσιν και εσονται αι κωμαι σπηλαια εως του αιωνος ευφροσυνη ονων αγριων βοσκηματα ποιμενων 15 εως αν επελθη εφ' υμας πνευμα αφ' υψηλου και εσται ερημος ο χερμελ και ο χερμελ εις δρυμον λογισθησεται 16 και αναπαυσεται εν τη ερημω κριμα και δικαιοσυνη εν τω καρμηλω κατοικησει 17 και εσται τα εργα της δικαιοσυνης ειρηνη και κρατησει η δικαιοσυνη αναπαυσιν και πεποιθοτες εως του αιωνος 18 και κατοικησει ο λαος αυτου εν πολει ειρηνης και ενοικησει πεποιθως και αναπαυσονται μετα πλουτου 19 η δε χαλαζα εαν καταβη ουκ εφ' υμας ηξει και εσονται οι ενοικουντες εν τοις δρυμοις πεποιθοτες ως οι εν τη πεδινη 20 μακαριοι οι σπειροντες επι παν υδωρ ου βους και ονος πατει

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας