Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο του τεσσαρεσκαιδεκατου ετους βασιλευοντος εζεκιου ανεβη σενναχηριμ βασιλευς ασσυριων επι τας πολεις της ιουδαιας τας οχυρας και ελαβεν αυτας

Loading...


2 και απεστειλεν βασιλευς ασσυριων ραψακην εκ λαχις εις ιερουσαλημ προς τον βασιλεα εζεκιαν μετα δυναμεως πολλης και εστη εν τω υδραγωγω της κολυμβηθρας της ανω εν τη οδω του αγρου του γναφεως 3 και εξηλθεν προς αυτον ελιακιμ ο του χελκιου ο οικονομος και σομνας ο γραμματευς και ιωαχ ο του ασαφ ο υπομνηματογραφος 4 και ειπεν αυτοις ραψακης ειπατε εζεκια ταδε λεγει ο βασιλευς ο μεγας βασιλευς ασσυριων τι πεποιθως ει 5 μη εν βουλη η λογοις χειλεων παραταξις γινεται και νυν επι τινι πεποιθας οτι απειθεις μοι 6 ιδου πεποιθως ει επι την ραβδον την καλαμινην την τεθλασμενην ταυτην επ' αιγυπτον ος αν επ' αυτην επιστηρισθη εισελευσεται εις την χειρα αυτου ουτως εστιν φαραω βασιλευς αιγυπτου και παντες οι πεποιθοτες επ' αυτω

Loading...


7 ει δε λεγετε επι κυριον τον θεον ημων πεποιθαμεν 8 νυν μειχθητε τω κυριω μου τω βασιλει ασσυριων και δωσω υμιν δισχιλιαν ιππον ει δυνησεσθε δουναι αναβατας επ' αυτους 9 και πως δυνασθε αποστρεψαι εις προσωπον τοπαρχου ενος οικεται εισιν οι πεποιθοτες επ' αιγυπτιοις εις ιππον και αναβατην 10 και νυν μη ανευ κυριου ανεβημεν επι την χωραν ταυτην πολεμησαι αυτην 11 και ειπεν προς αυτον ελιακιμ και σομνας και ιωαχ λαλησον προς τους παιδας σου συριστι ακουομεν γαρ ημεις και μη λαλει προς ημας ιουδαιστι και ινα τι λαλεις εις τα ωτα των ανθρωπων των επι τω τειχει 12 και ειπεν ραψακης προς αυτους μη προς τον κυριον υμων η προς υμας απεσταλκεν με ο κυριος μου λαλησαι τους λογους τουτους ουχι προς τους ανθρωπους τους καθημενους επι τω τειχει ινα φαγωσιν κοπρον και πιωσιν ουρον μεθ' υμων αμα
13 και εστη ραψακης και εβοησεν φωνη μεγαλη ιουδαιστι και ειπεν ακουσατε τους λογους του βασιλεως του μεγαλου βασιλεως ασσυριων 14 ταδε λεγει ο βασιλευς μη απατατω υμας εζεκιας λογοις οι ου δυνησονται ρυσασθαι υμας 15 και μη λεγετω υμιν εζεκιας οτι ρυσεται υμας ο θεος και ου μη παραδοθη η πολις αυτη εν χειρι βασιλεως ασσυριων 16 μη ακουετε εζεκιου ταδε λεγει ο βασιλευς ασσυριων ει βουλεσθε ευλογηθηναι εκπορευεσθε προς με και φαγεσθε εκαστος την αμπελον αυτου και τας συκας και πιεσθε υδωρ του λακκου υμων 17 εως αν ελθω και λαβω υμας εις γην ως η γη υμων γη σιτου και οινου και αρτων και αμπελωνων 18 μη υμας απατατω εζεκιας λεγων ο θεος υμων ρυσεται υμας μη ερρυσαντο οι θεοι των εθνων εκαστος την εαυτου χωραν εκ χειρος βασιλεως ασσυριων 19 που εστιν ο θεος αιμαθ και αρφαθ και που ο θεος της πολεως σεπφαριμ μη εδυναντο ρυσασθαι σαμαρειαν εκ χειρος μου 20 τις των θεων παντων των εθνων τουτων ερρυσατο την γην αυτου εκ της χειρος μου οτι ρυσεται ο θεος ιερουσαλημ εκ χειρος μου 21 και εσιωπησαν και ουδεις απεκριθη αυτω λογον δια το προσταξαι τον βασιλεα μηδενα αποκριθηναι

Loading...


22 και εισηλθεν ελιακιμ ο του χελκιου ο οικονομος και σομνας ο γραμματευς της δυναμεως και ιωαχ ο του ασαφ ο υπομνηματογραφος προς εζεκιαν εσχισμενοι τους χιτωνας και απηγγειλαν αυτω τους λογους ραψακου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας