Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΟΥΑΙ τω στεφανω της υβρεως οι μισθωτοι εφραιμ το ανθος το εκπεσον εκ της δοξης επι της κορυφης του ορους του παχεος οι μεθυοντες ανευ οινου 2 ιδου ισχυρον και σκληρον ο θυμος κυριου ως χαλαζα καταφερομενη ουκ εχουσα σκεπην βια καταφερομενη ως υδατος πολυ πληθος συρον χωραν τη γη ποιησει αναπαυσιν ταις χερσιν 3 και τοις ποσιν καταπατηθησεται ο στεφανος της υβρεως οι μισθωτοι του εφραιμ 4 και εσται το ανθος το εκπεσον της ελπιδος της δοξης επ' ακρου του ορους του υψηλου ως προδρομος συκου ο ιδων αυτο πριν η εις την χειρα αυτου λαβειν θελησει αυτο καταπιειν 5 τη ημερα εκεινη εσται κυριος σαβαωθ ο στεφανος της ελπιδος ο πλακεις της δοξης τω καταλειφθεντι μου λαω 6 καταλειφθησονται επι πνευματι κρισεως επι κρισιν και ισχυν κωλυων ανελειν 7 ουτοι γαρ οινω πεπλανημενοι εισιν επλανηθησαν δια το σικερα ιερευς και προφητης εξεστησαν δια τον οινον εσεισθησαν απο της μεθης του σικερα επλανηθησαν τουτ' εστι φασμα 8 αρα εδεται ταυτην την βουλην αυτη γαρ η βουλη ενεκεν πλεονεξιας 9 τινι ανηγγειλαμεν κακα και τινι ανηγγειλαμεν αγγελιαν οι απογεγαλακτισμενοι απο γαλακτος οι απεσπασμενοι απο μαστου 10 θλιψιν επι θλιψιν προσδεχου ελπιδα επ' ελπιδι ετι μικρον ετι μικρον 11 δια φαυλισμον χειλεων δια γλωσσης ετερας οτι λαλησουσιν τω λαω τουτω

Loading...


12 λεγοντες αυτω τουτο το αναπαυμα τω πεινωντι και τουτο το συντριμμα και ουκ ηθελησαν ακουειν
13 και εσται αυτοις το λογιον κυριου του θεου θλιψις επι θλιψιν ελπις επ' ελπιδι ετι μικρον ετι μικρον ινα πορευθωσιν και πεσωσιν εις τα οπισω και κινδυνευσουσιν και συντριβησονται και αλωσονται 14 δια τουτο ακουσατε λογον κυριου ανδρες τεθλιμμενοι και αρχοντες του λαου τουτου του εν ιερουσαλημ 15 οτι ειπατε εποιησαμεν διαθηκην μετα του αδου και μετα του θανατου συνθηκας καταιγις φερομενη εαν παρελθη ου μη ελθη εφ' ημας εθηκαμεν ψευδος την ελπιδα ημων και τω ψευδει σκεπασθησομεθα

Loading...


16 δια τουτο ουτως λεγει κυριος ιδου εγω εμβαλω εις τα θεμελια σιων λιθον πολυτελη εκλεκτον ακρογωνιαιον εντιμον εις τα θεμελια αυτης και ο πιστευων επ' αυτω ου μη καταισχυνθη

Loading...


17 και θησω κρισιν εις ελπιδα η δε ελεημοσυνη μου εις σταθμους και οι πεποιθοτες ματην ψευδει οτι ου μη παρελθη υμας καταιγις 18 μη και αφελη υμων την διαθηκην του θανατου και η ελπις υμων η προς τον αδην ου μη εμμεινη καταιγις φερομενη εαν επελθη εσεσθε αυτη εις καταπατημα 19 οταν παρελθη λημψεται υμας πρωι πρωι παρελευσεται ημερας και εν νυκτι εσται ελπις πονηρα μαθετε ακουειν 20 στενοχωρουμενοι ου δυναμεθα μαχεσθαι αυτοι δε ασθενουμεν του ημας συναχθηναι 21 ωσπερ ορος ασεβων αναστησεται και εσται εν τη φαραγγι γαβαων μετα θυμου ποιησει τα εργα αυτου πικριας εργον ο δε θυμος αυτου αλλοτριως χρησεται και η πικρια αυτου αλλοτρια

Loading...


22 και υμεις μη ευφρανθειητε μηδε ισχυσατωσαν υμων οι δεσμοι διοτι συντετελεσμενα και συντετμημενα πραγματα ηκουσα παρα κυριου σαβαωθ α ποιησει επι πασαν την γην 23 ενωτιζεσθε και ακουετε της φωνης μου προσεχετε και ακουετε τους λογους μου 24 μη ολην την ημεραν μελλει ο αροτριων αροτριαν η σπορον προετοιμασει πριν εργασασθαι την γην 25 ουχ οταν ομαλιση αυτης το προσωπον τοτε σπειρει μικρον μελανθιον και κυμινον και παλιν σπειρει πυρον και κριθην και ζεαν εν τοις οριοις σου 26 και παιδευθηση κριματι θεου σου και ευφρανθηση 27 ου γαρ μετα σκληροτητος καθαιρεται το μελανθιον ουδε τροχος αμαξης περιαξει επι το κυμινον αλλα ραβδω εκτινασσεται το μελανθιον το δε κυμινον 28 μετα αρτου βρωθησεται ου γαρ εις τον αιωνα εγω υμιν οργισθησομαι ουδε φωνη της πικριας μου καταπατησει υμας 29 και ταυτα παρα κυριου σαβαωθ εξηλθεν τα τερατα βουλευσασθε υψωσατε ματαιαν παρακλησιν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας