Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΗ ημερα εκεινη επαξει ο θεος την μαχαιραν την αγιαν και την μεγαλην και την ισχυραν επι τον δρακοντα οφιν φευγοντα επι τον δρακοντα οφιν σκολιον και ανελει τον δρακοντα

Loading...


2 τη ημερα εκεινη αμπελων καλος επιθυμημα εξαρχειν κατ' αυτης 3 εγω πολις ισχυρα πολις πολιορκουμενη ματην ποτιω αυτην αλωσεται γαρ νυκτος ημερας δε πεσειται το τειχος 4 ουκ εστιν η ουκ επελαβετο αυτης τις με θησει φυλασσειν καλαμην εν αγρω δια την πολεμιαν ταυτην ηθετηκα αυτην τοινυν δια τουτο εποιησεν κυριος ο θεος παντα οσα συνεταξεν κατακεκαυμαι 5 βοησονται οι ενοικουντες εν αυτη ποιησωμεν ειρηνην αυτω ποιησωμεν ειρηνην 6 οι ερχομενοι τεκνα ιακωβ βλαστησει και εξανθησει ισραηλ και εμπλησθησεται η οικουμενη του καρπου αυτου 7 μη ως αυτος επαταξεν και αυτος ουτως πληγησεται και ως αυτος ανειλεν ουτως αναιρεθησεται 8 μαχομενος και ονειδιζων εξαποστελει αυτους ου συ ησθα ο μελετων τω πνευματι τω σκληρω ανελειν αυτους πνευματι θυμου 9 δια τουτο αφαιρεθησεται η ανομια ιακωβ και τουτο εστιν η ευλογια αυτου οταν αφελωμαι αυτου την αμαρτιαν οταν θωσιν παντας τους λιθους των βωμων κατακεκομμενους ως κονιαν λεπτην και ου μη μεινη τα δενδρα αυτων και τα ειδωλα αυτων εκκεκομμενα ωσπερ δρυμος μακραν 10 το κατοικουμενον ποιμνιον ανειμενον εσται ως ποιμνιον καταλελειμμενον και εσται πολυν χρονον εις βοσκημα και εκει αναπαυσονται 11 και μετα χρονον ουκ εσται εν αυτη παν χλωρον δια το ξηρανθηναι γυναικες ερχομεναι απο θεας δευτε ου γαρ λαος εστιν εχων συνεσιν δια τουτο ου μη οικτιρηση ο ποιησας αυτους ουδε ο πλασας αυτους ου μη ελεηση 12 και εσται εν τη ημερα εκεινη συμφραξει κυριος απο της διωρυγος του ποταμου εως ρινοκορουρων υμεις δε συναγαγετε τους υιους ισραηλ κατα ενα ενα 13 και εσται εν τη ημερα εκεινη σαλπιουσιν τη σαλπιγγι τη μεγαλη και ηξουσιν οι απολομενοι εν τη χωρα των ασσυριων και οι απολομενοι εν αιγυπτω και προσκυνησουσιν τω κυριω επι το ορος το αγιον εν ιερουσαλημ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας