Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΙΔΟΥ κυριος καταφθειρει την οικουμενην και ερημωσει αυτην και ανακαλυψει το προσωπον αυτης και διασπερει τους ενοικουντας εν αυτη 2 και εσται ο λαος ως ο ιερευς και ο παις ως ο κυριος και η θεραπαινα ως η κυρια εσται ο αγοραζων ως ο πωλων και ο δανειζων ως ο δανειζομενος και ο οφειλων ως ω οφειλει

Loading...


3 φθορα φθαρησεται η γη και προνομη προνομευθησεται η γη το γαρ στομα κυριου ελαλησεν ταυτα 4 επενθησεν η γη και εφθαρη η οικουμενη επενθησαν οι υψηλοι της γης 5 η δε γη ηνομησεν δια τους κατοικουντας αυτην διοτι παρεβησαν τον νομον και ηλλαξαν τα προσταγματα διαθηκην αιωνιον 6 δια τουτο αρα εδεται την γην οτι ημαρτοσαν οι κατοικουντες αυτην δια τουτο πτωχοι εσονται οι ενοικουντες εν τη γη και καταλειφθησονται ανθρωποι ολιγοι 7 πενθησει οινος πενθησει αμπελος στεναξουσιν παντες οι ευφραινομενοι την ψυχην 8 πεπαυται ευφροσυνη τυμπανων πεπαυται αυθαδεια και πλουτος ασεβων πεπαυται φωνη κιθαρας 9 ησχυνθησαν ουκ επιον οινον πικρον εγενετο το σικερα τοις πινουσιν 10 ηρημωθη πασα πολις κλεισει οικιαν του μη εισελθειν 11 ολολυζετε περι του οινου πανταχη πεπαυται πασα ευφροσυνη της γης 12 και καταλειφθησονται πολεις ερημοι και οικοι εγκαταλελειμμενοι απολουνται
13 ταυτα παντα εσται εν τη γη εν μεσω των εθνων ον τροπον εαν τις καλαμησηται ελαιαν ουτως καλαμησονται αυτους και εαν παυσηται ο τρυγητος 14 ουτοι φωνη βοησονται οι δε καταλειφθεντες επι της γης ευφρανθησονται αμα τη δοξη κυριου ταραχθησεται το υδωρ της θαλασσης 15 δια τουτο η δοξα κυριου εν ταις νησοις εσται της θαλασσης το ονομα κυριου ενδοξον εσται κυριε ο θεος ισραηλ 16 απο των πτερυγων της γης τερατα ηκουσαμεν ελπις τω ευσεβει και ερουσιν ουαι τοις αθετουσιν οι αθετουντες τον νομον 17 φοβος και βοθυνος και παγις εφ' υμας τους ενοικουντας επι της γης 18 και εσται ο φευγων τον φοβον εμπεσειται εις τον βοθυνον ο δε εκβαινων εκ του βοθυνου αλωσεται υπο της παγιδος οτι θυριδες εκ του ουρανου ηνεωχθησαν και σεισθησεται τα θεμελια της γης 19 ταραχη ταραχθησεται η γη και απορια απορηθησεται η γη 20 εκλινεν και σεισθησεται ως οπωροφυλακιον η γη ως ο μεθυων και κραιπαλων και πεσειται και ου μη δυνηται αναστηναι κατισχυσεν γαρ επ' αυτης η ανομια 21 και επαξει ο θεος επι τον κοσμον του ουρανου την χειρα και επι τους βασιλεις της γης 22 και συναξουσιν και αποκλεισουσιν εις οχυρωμα και εις δεσμωτηριον δια πολλων γενεων επισκοπη εσται αυτων 23 και τακησεται η πλινθος και πεσειται το τειχος οτι βασιλευσει κυριος εν σιων και εν ιερουσαλημ και ενωπιον των πρεσβυτερων δοξασθησεται

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας