Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΝΑΒΟΗΣΟΝ εν ισχυι και μη φειση ως σαλπιγγα υψωσον την φωνην σου και αναγγειλον τω λαω μου τα αμαρτηματα αυτων και τω οικω ιακωβ τας ανομιας αυτων 2 εμε ημεραν εξ ημερας ζητουσιν και γνωναι μου τας οδους επιθυμουσιν ως λαος δικαιοσυνην πεποιηκως και κρισιν θεου αυτου μη εγκαταλελοιπως αιτουσιν με νυν κρισιν δικαιαν και εγγιζειν θεω επιθυμουσιν 3 λεγοντες τι οτι ενηστευσαμεν και ουκ ειδες εταπεινωσαμεν τας ψυχας ημων και ουκ εγνως εν γαρ ταις ημεραις των νηστειων υμων ευρισκετε τα θεληματα υμων και παντας τους υποχειριους υμων υπονυσσετε 4 ει εις κρισεις και μαχας νηστευετε και τυπτετε πυγμαις ταπεινον ινα τι μοι νηστευετε ως σημερον ακουσθηναι εν κραυγη την φωνην υμων 5 ου ταυτην την νηστειαν εξελεξαμην και ημεραν ταπεινουν ανθρωπον την ψυχην αυτου ουδ' αν καμψης ως κρικον τον τραχηλον σου και σακκον και σποδον υποστρωση ουδ' ουτως καλεσετε νηστειαν δεκτην

Loading...


6 ουχι τοιαυτην νηστειαν εγω εξελεξαμην λεγει κυριος αλλα λυε παντα συνδεσμον αδικιας διαλυε στραγγαλιας βιαιων συναλλαγματων αποστελλε τεθραυσμενους εν αφεσει και πασαν συγγραφην αδικον διασπα 7 διαθρυπτε πεινωντι τον αρτον σου και πτωχους αστεγους εισαγε εις τον οικον σου εαν ιδης γυμνον περιβαλε και απο των οικειων του σπερματος σου ουχ υπεροψη

Loading...


8 τοτε ραγησεται προιμον το φως σου και τα ιαματα σου ταχυ ανατελει και προπορευσεται εμπροσθεν σου η δικαιοσυνη σου και η δοξα του θεου περιστελει σε 9 τοτε βοηση και ο θεος εισακουσεται σου ετι λαλουντος σου ερει ιδου παρειμι εαν αφελης απο σου συνδεσμον και χειροτονιαν και ρημα γογγυσμου 10 και δως πεινωντι τον αρτον εκ ψυχης σου και ψυχην τεταπεινωμενην εμπλησης τοτε ανατελει εν τω σκοτει το φως σου και το σκοτος σου ως μεσημβρια 11 και εσται ο θεος σου μετα σου δια παντος και εμπλησθηση καθαπερ επιθυμει η ψυχη σου και τα οστα σου πιανθησεται και εση ως κηπος μεθυων και ως πηγη ην μη εξελιπεν υδωρ και τα οστα σου ως βοτανη ανατελει και πιανθησεται και κληρονομησουσι γενεας γενεων 12 και οικοδομηθησονται σου αι ερημοι αιωνιοι και εσται σου τα θεμελια αιωνια γενεων γενεαις και κληθηση οικοδομος φραγμων και τους τριβους τους ανα μεσον παυσεις

Loading...


13 εαν αποστρεψης τον ποδα σου απο των σαββατων του μη ποιειν τα θεληματα σου εν τη ημερα τη αγια και καλεσεις τα σαββατα τρυφερα αγια τω θεω σου ουκ αρεις τον ποδα σου επ' εργω ουδε λαλησεις λογον εν οργη εκ του στοματος σου 14 και εση πεποιθως επι κυριον και αναβιβασει σε επι τα αγαθα της γης και ψωμιει σε την κληρονομιαν ιακωβ του πατρος σου το γαρ στομα κυριου ελαλησεν ταυτα

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας