Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΩ δαυιδ δικασον κυριε τους αδικουντας με πολεμησον τους πολεμουντας με 2 επιλαβου οπλου και θυρεου και αναστηθι εις βοηθειαν μου 3 εκχεον ρομφαιαν και συγκλεισον εξ εναντιας των καταδιωκοντων με ειπον τη ψυχη μου σωτηρια σου εγω ειμι 4 αισχυνθητωσαν και εντραπητωσαν οι ζητουντες την ψυχην μου αποστραφητωσαν εις τα οπισω και καταισχυνθητωσαν οι λογιζομενοι μοι κακα

Loading...


5 γενηθητωσαν ωσει χνους κατα προσωπον ανεμου και αγγελος κυριου εκθλιβων αυτους 6 γενηθητω η οδος αυτων σκοτος και ολισθημα και αγγελος κυριου καταδιωκων αυτους 7 οτι δωρεαν εκρυψαν μοι διαφθοραν παγιδος αυτων ματην ωνειδισαν την ψυχην μου 8 ελθετω αυτοις παγις ην ου γινωσκουσιν και η θηρα ην εκρυψαν συλλαβετω αυτους και εν τη παγιδι πεσουνται εν αυτη 9 η δε ψυχη μου αγαλλιασεται επι τω κυριω τερφθησεται επι τω σωτηριω αυτου 10 παντα τα οστα μου ερουσιν κυριε τις ομοιος σοι ρυομενος πτωχον εκ χειρος στερεωτερων αυτου και πτωχον και πενητα απο των διαρπαζοντων αυτον 11 ανασταντες μαρτυρες αδικοι α ουκ εγινωσκον ηρωτων με 12 ανταπεδιδοσαν μοι πονηρα αντι καλων και ατεκνιαν τη ψυχη μου
13 εγω δε εν τω αυτους παρενοχλειν μοι ενεδυομην σακκον και εταπεινουν εν νηστεια την ψυχην μου και η προσευχη μου εις κολπον μου αποστραφησεται 14 ως πλησιον ως αδελφον ημετερον ουτως ευηρεστουν ως πενθων και σκυθρωπαζων ουτως εταπεινουμην 15 και κατ' εμου ηυφρανθησαν και συνηχθησαν συνηχθησαν επ' εμε μαστιγες και ουκ εγνων διεσχισθησαν και ου κατενυγησαν 16 επειρασαν με εξεμυκτηρισαν με μυκτηρισμον εβρυξαν επ' εμε τους οδοντας αυτων 17 κυριε ποτε εποψη αποκαταστησον την ψυχην μου απο της κακουργιας αυτων απο λεοντων την μονογενη μου 18 εξομολογησομαι σοι κυριε εν εκκλησια πολλη εν λαω βαρει αινεσω σε 19 μη επιχαρειησαν μοι οι εχθραινοντες μοι αδικως οι μισουντες με δωρεαν και διανευοντες οφθαλμοις

Loading...


20 οτι εμοι μεν ειρηνικα ελαλουν και επ' οργην δολους διελογιζοντο 21 και επλατυναν επ' εμε το στομα αυτων ειπαν ευγε ευγε ειδαν οι οφθαλμοι ημων 22 ειδες κυριε μη παρασιωπησης κυριε μη αποστης απ' εμου 23 εξεγερθητι κυριε και προσχες τη κρισει μου ο θεος μου και ο κυριος μου εις την δικην μου 24 κρινον με κατα την δικαιοσυνην σου κυριε ο θεος μου και μη επιχαρειησαν μοι 25 μη ειπαισαν εν καρδιαις αυτων ευγε ευγε τη ψυχη ημων μηδε ειπαισαν κατεπιομεν αυτον 26 αισχυνθειησαν και εντραπειησαν αμα οι επιχαιροντες τοις κακοις μου ενδυσασθωσαν αισχυνην και εντροπην οι μεγαλορρημονουντες επ' εμε 27 αγαλλιασαιντο και ευφρανθειησαν οι θελοντες την δικαιοσυνην μου και ειπατωσαν δια παντος μεγαλυνθητω ο κυριος οι θελοντες την ειρηνην του δουλου αυτου 28 και η γλωσσα μου μελετησει την δικαιοσυνην σου ολην την ημεραν τον επαινον σου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας