Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΛΛΗΛΟΥΙΑ αλφ μακαριοι οι αμωμοι εν οδω οι πορευομενοι εν νομω κυριου 2 μακαριοι οι εξερευνωντες τα μαρτυρια αυτου εν ολη καρδια εκζητησουσιν αυτον 3 ου γαρ οι εργαζομενοι την ανομιαν εν ταις οδοις αυτου επορευθησαν 4 συ ενετειλω τας εντολας σου φυλαξασθαι σφοδρα

Loading...


5 οφελον κατευθυνθειησαν αι οδοι μου του φυλαξασθαι τα δικαιωματα σου 6 τοτε ου μη επαισχυνθω εν τω με επιβλεπειν επι πασας τας εντολας σου 7 εξομολογησομαι σοι κυριε εν ευθυτητι καρδιας εν τω μεμαθηκεναι με τα κριματα της δικαιοσυνης σου 8 τα δικαιωματα σου φυλαξω μη με εγκαταλιπης εως σφοδρα 9 βηθ εν τινι κατορθωσει ο νεωτερος την οδον αυτου εν τω φυλασσεσθαι τους λογους σου 10 εν ολη καρδια μου εξεζητησα σε μη απωση με απο των εντολων σου 11 εν τη καρδια μου εκρυψα τα λογια σου οπως αν μη αμαρτω σοι 12 ευλογητος ει κυριε διδαξον με τα δικαιωματα σου
13 εν τοις χειλεσιν μου εξηγγειλα παντα τα κριματα του στοματος σου 14 εν τη οδω των μαρτυριων σου ετερφθην ως επι παντι πλουτω 15 εν ταις εντολαις σου αδολεσχησω και κατανοησω τας οδους σου 16 εν τοις δικαιωμασιν σου μελετησω ουκ επιλησομαι των λογων σου 17 γιμαλ ανταποδος τω δουλω σου ζησομαι και φυλαξω τους λογους σου 18 αποκαλυψον τους οφθαλμους μου και κατανοησω τα θαυμασια σου εκ του νομου σου 19 παροικος εγω ειμι εν τη γη μη αποκρυψης απ' εμου τας εντολας σου 20 επεποθησεν η ψυχη μου του επιθυμησαι τα κριματα σου εν παντι καιρω 21 επετιμησας υπερηφανοις επικαταρατοι οι εκκλινοντες απο των εντολων σου 22 περιελε απ' εμου ονειδος και εξουδενωσιν οτι τα μαρτυρια σου εξεζητησα 23 και γαρ εκαθισαν αρχοντες και κατ' εμου κατελαλουν ο δε δουλος σου ηδολεσχει εν τοις δικαιωμασιν σου 24 και γαρ τα μαρτυρια σου μελετη μου εστιν και αι συμβουλιαι μου τα δικαιωματα σου
25 δελθ εκολληθη τω εδαφει η ψυχη μου ζησον με κατα τον λογον σου 26 τας οδους μου εξηγγειλα και επηκουσας μου διδαξον με τα δικαιωματα σου 27 οδον δικαιωματων σου συνετισον με και αδολεσχησω εν τοις θαυμασιοις σου 28 εσταξεν η ψυχη μου απο ακηδιας βεβαιωσον με εν τοις λογοις σου 29 οδον αδικιας αποστησον απ' εμου και τω νομω σου ελεησον με 30 οδον αληθειας ηρετισαμην τα κριματα σου ουκ επελαθομην 31 εκολληθην τοις μαρτυριοις σου κυριε μη με καταισχυνης 32 οδον εντολων σου εδραμον οταν επλατυνας την καρδιαν μου 33 η νομοθετησον με κυριε την οδον των δικαιωματων σου και εκζητησω αυτην δια παντος 34 συνετισον με και εξερευνησω τον νομον σου και φυλαξω αυτον εν ολη καρδια μου 35 οδηγησον με εν τριβω των εντολων σου οτι αυτην ηθελησα 36 κλινον την καρδιαν μου εις τα μαρτυρια σου και μη εις πλεονεξιαν
37 αποστρεψον τους οφθαλμους μου του μη ιδειν ματαιοτητα εν τη οδω σου ζησον με 38 στησον τω δουλω σου το λογιον σου εις τον φοβον σου 39 περιελε τον ονειδισμον μου ον υπωπτευσα τα γαρ κριματα σου χρηστα 40 ιδου επεθυμησα τας εντολας σου εν τη δικαιοσυνη σου ζησον με 41 ουαυ και ελθοι επ' εμε το ελεος σου κυριε το σωτηριον σου κατα το λογιον σου 42 και αποκριθησομαι τοις ονειδιζουσι με λογον οτι ηλπισα επι τους λογους σου 43 και μη περιελης εκ του στοματος μου λογον αληθειας εως σφοδρα οτι επι τα κριματα σου επηλπισα 44 και φυλαξω τον νομον σου δια παντος εις τον αιωνα και εις τον αιωνα του αιωνος 45 και επορευομην εν πλατυσμω οτι τας εντολας σου εξεζητησα 46 και ελαλουν εν τοις μαρτυριοις σου εναντιον βασιλεων και ουκ ησχυνομην 47 και εμελετων εν ταις εντολαις σου αις ηγαπησα σφοδρα 48 και ηρα τας χειρας μου προς τας εντολας σου ας ηγαπησα και ηδολεσχουν εν τοις δικαιωμασιν σου
49 ζαι μνησθητι τον λογον σου τω δουλω σου ω επηλπισας με 50 αυτη με παρεκαλεσεν εν τη ταπεινωσει μου οτι το λογιον σου εζησεν με 51 υπερηφανοι παρηνομουν εως σφοδρα απο δε του νομου σου ουκ εξεκλινα 52 εμνησθην των κριματων σου απ' αιωνος κυριε και παρεκληθην 53 αθυμια κατεσχεν με απο αμαρτωλων των εγκαταλιμπανοντων τον νομον σου 54 ψαλτα ησαν μοι τα δικαιωματα σου εν τοπω παροικιας μου 55 εμνησθην εν νυκτι του ονοματος σου κυριε και εφυλαξα τον νομον σου 56 αυτη εγενηθη μοι οτι τα δικαιωματα σου εξεζητησα 57 ηθ μερις μου κυριε ειπα φυλαξασθαι τον νομον σου 58 εδεηθην του προσωπου σου εν ολη καρδια μου ελεησον με κατα το λογιον σου 59 διελογισαμην τας οδους σου και επεστρεψα τους ποδας μου εις τα μαρτυρια σου 60 ητοιμασθην και ουκ εταραχθην του φυλαξασθαι τας εντολας σου
61 σχοινια αμαρτωλων περιεπλακησαν μοι και του νομου σου ουκ επελαθομην 62 μεσονυκτιον εξηγειρομην του εξομολογεισθαι σοι επι τα κριματα της δικαιοσυνης σου 63 μετοχος εγω ειμι παντων των φοβουμενων σε και των φυλασσοντων τας εντολας σου 64 του ελεους σου κυριε πληρης η γη τα δικαιωματα σου διδαξον με 65 τηθ χρηστοτητα εποιησας μετα του δουλου σου κυριε κατα τον λογον σου 66 χρηστοτητα και παιδειαν και γνωσιν διδαξον με οτι ταις εντολαις σου επιστευσα 67 προ του με ταπεινωθηναι εγω επλημμελησα δια τουτο το λογιον σου εφυλαξα 68 χρηστος ει συ κυριε και εν τη χρηστοτητι σου διδαξον με τα δικαιωματα σου 69 επληθυνθη επ' εμε αδικια υπερηφανων εγω δε εν ολη καρδια μου εξερευνησω τας εντολας σου 70 ετυρωθη ως γαλα η καρδια αυτων εγω δε τον νομον σου εμελετησα 71 αγαθον μοι οτι εταπεινωσας με οπως αν μαθω τα δικαιωματα σου 72 αγαθον μοι ο νομος του στοματος σου υπερ χιλιαδας χρυσιου και αργυριου
73 ιωθ αι χειρες σου εποιησαν με και επλασαν με συνετισον με και μαθησομαι τας εντολας σου 74 οι φοβουμενοι σε οψονται με και ευφρανθησονται οτι εις τους λογους σου επηλπισα 75 εγνων κυριε οτι δικαιοσυνη τα κριματα σου και αληθεια εταπεινωσας με 76 γενηθητω δη το ελεος σου του παρακαλεσαι με κατα το λογιον σου τω δουλω σου 77 ελθετωσαν μοι οι οικτιρμοι σου και ζησομαι οτι ο νομος σου μελετη μου εστιν 78 αισχυνθητωσαν υπερηφανοι οτι αδικως ηνομησαν εις εμε εγω δε αδολεσχησω εν ταις εντολαις σου 79 επιστρεψατωσαν μοι οι φοβουμενοι σε και οι γινωσκοντες τα μαρτυρια σου 80 γενηθητω η καρδια μου αμωμος εν τοις δικαιωμασιν σου οπως αν μη αισχυνθω 81 χαφ εκλειπει εις το σωτηριον σου η ψυχη μου και εις τον λογον σου επηλπισα 82 εξελιπον οι οφθαλμοι μου εις το λογιον σου λεγοντες ποτε παρακαλεσεις με 83 οτι εγενηθην ως ασκος εν παχνη τα δικαιωματα σου ουκ επελαθομην 84 ποσαι εισιν αι ημεραι του δουλου σου ποτε ποιησεις μοι εκ των καταδιωκοντων με κρισιν
85 διηγησαντο μοι παρανομοι αδολεσχιας αλλ' ουχ ως ο νομος σου κυριε 86 πασαι αι εντολαι σου αληθεια αδικως κατεδιωξαν με βοηθησον μοι 87 παρα βραχυ συνετελεσαν με εν τη γη εγω δε ουκ εγκατελιπον τας εντολας σου 88 κατα το ελεος σου ζησον με και φυλαξω τα μαρτυρια του στοματος σου 89 λαβδ εις τον αιωνα κυριε ο λογος σου διαμενει εν τω ουρανω 90 εις γενεαν και γενεαν η αληθεια σου εθεμελιωσας την γην και διαμενει 91 τη διαταξει σου διαμενει η ημερα οτι τα συμπαντα δουλα σα 92 ει μη οτι ο νομος σου μελετη μου εστιν τοτε αν απωλομην εν τη ταπεινωσει μου 93 εις τον αιωνα ου μη επιλαθωμαι των δικαιωματων σου οτι εν αυτοις εζησας με κυριε 94 σος ειμι εγω σωσον με οτι τα δικαιωματα σου εξεζητησα 95 εμε υπεμειναν αμαρτωλοι του απολεσαι με τα μαρτυρια σου συνηκα 96 πασης συντελειας ειδον περας πλατεια η εντολη σου σφοδρα
97 μημ ως ηγαπησα τον νομον σου κυριε ολην την ημεραν μελετη μου εστιν 98 υπερ τους εχθρους μου εσοφισας με την εντολην σου οτι εις τον αιωνα μοι εστιν 99 υπερ παντας τους διδασκοντας με συνηκα οτι τα μαρτυρια σου μελετη μου εστιν 100 υπερ πρεσβυτερους συνηκα οτι τας εντολας σου εξεζητησα 101 εκ πασης οδου πονηρας εκωλυσα τους ποδας μου οπως αν φυλαξω τους λογους σου 102 απο των κριματων σου ουκ εξεκλινα οτι συ ενομοθετησας μοι 103 ως γλυκεα τω λαρυγγι μου τα λογια σου υπερ μελι και κηριον τω στοματι μου 104 απο των εντολων σου συνηκα δια τουτο εμισησα πασαν οδον αδικιας οτι συ ενομοθετησας μοι 105 νουν λυχνος τοις ποσιν μου ο λογος σου και φως ταις τριβοις μου 106 ομωμοκα και εστησα του φυλαξασθαι τα κριματα της δικαιοσυνης σου 107 εταπεινωθην εως σφοδρα κυριε ζησον με κατα τον λογον σου 108 τα εκουσια του στοματος μου ευδοκησον δη κυριε και τα κριματα σου διδαξον με
109 η ψυχη μου εν ταις χερσιν μου δια παντος και του νομου σου ουκ επελαθομην 110 εθεντο αμαρτωλοι παγιδα μοι και εκ των εντολων σου ουκ επλανηθην 111 εκληρονομησα τα μαρτυρια σου εις τον αιωνα οτι αγαλλιαμα της καρδιας μου εισιν 112 εκλινα την καρδιαν μου του ποιησαι τα δικαιωματα σου εις τον αιωνα δι' ανταμειψιν 113 σαμχ παρανομους εμισησα και τον νομον σου ηγαπησα 114 βοηθος μου και αντιλημπτωρ μου ει συ εις τον λογον σου επηλπισα 115 εκκλινατε απ' εμου πονηρευομενοι και εξερευνησω τας εντολας του θεου μου 116 αντιλαβου μου κατα το λογιον σου και ζησομαι και μη καταισχυνης με απο της προσδοκιας μου 117 βοηθησον μοι και σωθησομαι και μελετησω εν τοις δικαιωμασιν σου δια παντος 118 εξουδενωσας παντας τους αποστατουντας απο των δικαιωματων σου οτι αδικον το ενθυμημα αυτων 119 παραβαινοντας ελογισαμην παντας τους αμαρτωλους της γης δια τουτο ηγαπησα τα μαρτυρια σου δια παντος 120 καθηλωσον εκ του φοβου σου τας σαρκας μου απο γαρ των κριματων σου εφοβηθην
121 αιν εποιησα κριμα και δικαιοσυνην μη παραδως με τοις αδικουσιν με 122 εκδεξαι τον δουλον σου εις αγαθον μη συκοφαντησατωσαν με υπερηφανοι 123 οι οφθαλμοι μου εξελιπον εις το σωτηριον σου και εις το λογιον της δικαιοσυνης σου 124 ποιησον μετα του δουλου σου κατα το ελεος σου και τα δικαιωματα σου διδαξον με 125 δουλος σου ειμι εγω συνετισον με και γνωσομαι τα μαρτυρια σου 126 καιρος του ποιησαι τω κυριω διεσκεδασαν τον νομον σου 127 δια τουτο ηγαπησα τας εντολας σου υπερ χρυσιον και τοπαζιον 128 δια τουτο προς πασας τας εντολας σου κατωρθουμην πασαν οδον αδικον εμισησα 129 φη θαυμαστα τα μαρτυρια σου δια τουτο εξηρευνησεν αυτα η ψυχη μου 130 η δηλωσις των λογων σου φωτιει και συνετιει νηπιους 131 το στομα μου ηνοιξα και ειλκυσα πνευμα οτι τας εντολας σου επεποθουν 132 επιβλεψον επ' εμε και ελεησον με κατα το κριμα των αγαπωντων το ονομα σου
133 τα διαβηματα μου κατευθυνον κατα το λογιον σου και μη κατακυριευσατω μου πασα ανομια 134 λυτρωσαι με απο συκοφαντιας ανθρωπων και φυλαξω τας εντολας σου 135 το προσωπον σου επιφανον επι τον δουλον σου και διδαξον με τα δικαιωματα σου 136 διεξοδους υδατων κατεβησαν οι οφθαλμοι μου επει ουκ εφυλαξαν τον νομον σου 137 σαδη δικαιος ει κυριε και ευθης η κρισις σου 138 ενετειλω δικαιοσυνην τα μαρτυρια σου και αληθειαν σφοδρα 139 εξετηξεν με ο ζηλος του οικου σου οτι επελαθοντο των λογων σου οι εχθροι μου 140 πεπυρωμενον το λογιον σου σφοδρα και ο δουλος σου ηγαπησεν αυτο 141 νεωτερος ειμι εγω και εξουδενωμενος τα δικαιωματα σου ουκ επελαθομην 142 η δικαιοσυνη σου δικαιοσυνη εις τον αιωνα και ο νομος σου αληθεια 143 θλιψις και αναγκη ευροσαν με αι εντολαι σου μελετη μου 144 δικαιοσυνη τα μαρτυρια σου εις τον αιωνα συνετισον με και ζησομαι
145 κωφ εκεκραξα εν ολη καρδια μου επακουσον μου κυριε τα δικαιωματα σου εκζητησω 146 εκεκραξα σε σωσον με και φυλαξω τα μαρτυρια σου 147 προεφθασα εν αωρια και εκεκραξα εις τους λογους σου επηλπισα 148 προεφθασαν οι οφθαλμοι μου προς ορθρον του μελεταν τα λογια σου 149 της φωνης μου ακουσον κυριε κατα το ελεος σου κατα το κριμα σου ζησον με 150 προσηγγισαν οι καταδιωκοντες με ανομια απο δε του νομου σου εμακρυνθησαν 151 εγγυς ει συ κυριε και πασαι αι εντολαι σου αληθεια 152 κατ' αρχας εγνων εκ των μαρτυριων σου οτι εις τον αιωνα εθεμελιωσας αυτα 153 ρης ιδε την ταπεινωσιν μου και εξελου με οτι τον νομον σου ουκ επελαθομην 154 κρινον την κρισιν μου και λυτρωσαι με δια τον λογον σου ζησον με 155 μακραν απο αμαρτωλων σωτηρια οτι τα δικαιωματα σου ουκ εξεζητησαν 156 οι οικτιρμοι σου πολλοι κυριε κατα το κριμα σου ζησον με
157 πολλοι οι εκδιωκοντες με και εκθλιβοντες με εκ των μαρτυριων σου ουκ εξεκλινα 158 ειδον ασυνθετουντας και εξετηκομην οτι τα λογια σου ουκ εφυλαξαντο 159 ιδε οτι τας εντολας σου ηγαπησα κυριε εν τω ελεει σου ζησον με 160 αρχη των λογων σου αληθεια και εις τον αιωνα παντα τα κριματα της δικαιοσυνης σου 161 σεν αρχοντες κατεδιωξαν με δωρεαν και απο των λογων σου εδειλιασεν η καρδια μου 162 αγαλλιασομαι εγω επι τα λογια σου ως ο ευρισκων σκυλα πολλα 163 αδικιαν εμισησα και εβδελυξαμην τον δε νομον σου ηγαπησα 164 επτακις της ημερας ηνεσα σοι επι τα κριματα της δικαιοσυνης σου 165 ειρηνη πολλη τοις αγαπωσιν τον νομον σου και ουκ εστιν αυτοις σκανδαλον 166 προσεδοκων το σωτηριον σου κυριε και τας εντολας σου ηγαπησα 167 εφυλαξεν η ψυχη μου τα μαρτυρια σου και ηγαπησεν αυτα σφοδρα 168 εφυλαξα τας εντολας σου και τα μαρτυρια σου οτι πασαι αι οδοι μου εναντιον σου κυριε
169 θαυ εγγισατω η δεησις μου ενωπιον σου κυριε κατα το λογιον σου συνετισον με 170 εισελθοι το αξιωμα μου ενωπιον σου κατα το λογιον σου ρυσαι με 171 εξερευξαιντο τα χειλη μου υμνον οταν διδαξης με τα δικαιωματα σου 172 φθεγξαιτο η γλωσσα μου το λογιον σου οτι πασαι αι εντολαι σου δικαιοσυνη 173 γενεσθω η χειρ σου του σωσαι με οτι τας εντολας σου ηρετισαμην 174 επεποθησα το σωτηριον σου κυριε και ο νομος σου μελετη μου εστιν 175 ζησεται η ψυχη μου και αινεσει σε και τα κριματα σου βοηθησει μοι 176 επλανηθην ως προβατον απολωλος ζητησον τον δουλον σου οτι τας εντολας σου ουκ επελαθομην

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας