Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙς το τελος τω παιδι κυριου τω δαυιδ α ελαλησεν τω κυριω τους λογους της ωδης ταυτης εν ημερα η ερρυσατο αυτον κυριος εκ χειρος παντων των εχθρων αυτου και εκ χειρος σαουλ 2 και ειπεν αγαπησω σε κυριε η ισχυς μου 3 κυριος στερεωμα μου και καταφυγη μου και ρυστης μου ο θεος μου βοηθος μου και ελπιω επ' αυτον υπερασπιστης μου και κερας σωτηριας μου αντιλημπτωρ μου

Loading...


4 αινων επικαλεσομαι κυριον και εκ των εχθρων μου σωθησομαι

Loading...


5 περιεσχον με ωδινες θανατου και χειμαρροι ανομιας εξεταραξαν με 6 ωδινες αδου περιεκυκλωσαν με προεφθασαν με παγιδες θανατου 7 και εν τω θλιβεσθαι με επεκαλεσαμην τον κυριον και προς τον θεον μου εκεκραξα ηκουσεν εκ ναου αγιου αυτου φωνης μου και η κραυγη μου ενωπιον αυτου εισελευσεται εις τα ωτα αυτου 8 και εσαλευθη και εντρομος εγενηθη η γη και τα θεμελια των ορεων εταραχθησαν και εσαλευθησαν οτι ωργισθη αυτοις ο θεος 9 ανεβη καπνος εν οργη αυτου και πυρ απο προσωπου αυτου κατεφλογισεν ανθρακες ανηφθησαν απ' αυτου 10 και εκλινεν ουρανον και κατεβη και γνοφος υπο τους ποδας αυτου 11 και επεβη επι χερουβιν και επετασθη επετασθη επι πτερυγων ανεμων 12 και εθετο σκοτος αποκρυφην αυτου κυκλω αυτου η σκηνη αυτου σκοτεινον υδωρ εν νεφελαις αερων
13 απο της τηλαυγησεως ενωπιον αυτου αι νεφελαι διηλθον χαλαζα και ανθρακες πυρος 14 και εβροντησεν εξ ουρανου κυριος και ο υψιστος εδωκεν φωνην αυτου 15 και εξαπεστειλεν βελη και εσκορπισεν αυτους και αστραπας επληθυνεν και συνεταραξεν αυτους 16 και ωφθησαν αι πηγαι των υδατων και ανεκαλυφθη τα θεμελια της οικουμενης απο επιτιμησεως σου κυριε απο εμπνευσεως πνευματος οργης σου 17 εξαπεστειλεν εξ υψους και ελαβεν με προσελαβετο με εξ υδατων πολλων 18 ρυσεται με εξ εχθρων μου δυνατων και εκ των μισουντων με οτι εστερεωθησαν υπερ εμε 19 προεφθασαν με εν ημερα κακωσεως μου και εγενετο κυριος αντιστηριγμα μου 20 και εξηγαγεν με εις πλατυσμον ρυσεται με οτι ηθελησεν με ρυσεται με εξ εχθρων μου δυνατων και εκ των μισουντων με 21 και ανταποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ανταποδωσει μοι 22 οτι εφυλαξα τας οδους κυριου και ουκ ησεβησα απο του θεου μου 23 οτι παντα τα κριματα αυτου ενωπιον μου και τα δικαιωματα αυτου ουκ απεστησα απ' εμου 24 και εσομαι αμωμος μετ' αυτου και φυλαξομαι απο της ανομιας μου
25 και ανταποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ενωπιον των οφθαλμων αυτου 26 μετα οσιου οσιωθηση και μετα ανδρος αθωου αθωος εση 27 και μετα εκλεκτου εκλεκτος εση και μετα στρεβλου διαστρεψεις 28 οτι συ λαον ταπεινον σωσεις και οφθαλμους υπερηφανων ταπεινωσεις 29 οτι συ φωτιεις λυχνον μου κυριε ο θεος μου φωτιεις το σκοτος μου 30 οτι εν σοι ρυσθησομαι απο πειρατηριου και εν τω θεω μου υπερβησομαι τειχος 31 ο θεος μου αμωμος η οδος αυτου τα λογια κυριου πεπυρωμενα υπερασπιστης εστιν παντων των ελπιζοντων επ' αυτον 32 οτι τις θεος πλην του κυριου και τις θεος πλην του θεου ημων 33 ο θεος ο περιζωννυων με δυναμιν και εθετο αμωμον την οδον μου 34 ο καταρτιζομενος τους ποδας μου ως ελαφου και επι τα υψηλα ιστων με

Loading...


35 διδασκων χειρας μου εις πολεμον και εθου τοξον χαλκουν τους βραχιονας μου

Loading...


36 και εδωκας μοι υπερασπισμον σωτηριας μου και η δεξια σου αντελαβετο μου και η παιδεια σου ανωρθωσεν με εις τελος και η παιδεια σου αυτη με διδαξει
37 επλατυνας τα διαβηματα μου υποκατω μου και ουκ ησθενησαν τα ιχνη μου 38 καταδιωξω τους εχθρους μου και καταλημψομαι αυτους και ουκ αποστραφησομαι εως αν εκλιπωσιν 39 εκθλιψω αυτους και ου μη δυνωνται στηναι πεσουνται υπο τους ποδας μου 40 και περιεζωσας με δυναμιν εις πολεμον συνεποδισας παντας τους επανιστανομενους επ' εμε υποκατω μου

Loading...


41 και τους εχθρους μου εδωκας μοι νωτον και τους μισουντας με εξωλεθρευσας 42 εκεκραξαν και ουκ ην ο σωζων προς κυριον και ουκ εισηκουσεν αυτων 43 και λεπτυνω αυτους ως χουν κατα προσωπον ανεμου ως πηλον πλατειων λεανω αυτους 44 ρυση με εξ αντιλογιων λαου καταστησεις με εις κεφαλην εθνων λαος ον ουκ εγνων εδουλευσεν μοι 45 εις ακοην ωτιου υπηκουσεν μοι υιοι αλλοτριοι εψευσαντο μοι 46 υιοι αλλοτριοι επαλαιωθησαν και εχωλαναν απο των τριβων αυτων 47 ζη κυριος και ευλογητος ο θεος μου και υψωθητω ο θεος της σωτηριας μου 48 ο θεος ο διδους εκδικησεις εμοι και υποταξας λαους υπ' εμε 49 ο ρυστης μου εξ εχθρων μου οργιλων απο των επανιστανομενων επ' εμε υψωσεις με απο ανδρος αδικου ρυση με

Loading...


50 δια τουτο εξομολογησομαι σοι εν εθνεσιν κυριε και τω ονοματι σου ψαλω

Loading...


51 μεγαλυνων τας σωτηριας του βασιλεως αυτου και ποιων ελεος τω χριστω αυτου τω δαυιδ και τω σπερματι αυτου εως αιωνος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας