Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙς το τελος τοις υιοις κορε εις συνεσιν ψαλμος 2 ο θεος εν τοις ωσιν ημων ηκουσαμεν οι πατερες ημων ανηγγειλαν ημιν εργον ο ειργασω εν ταις ημεραις αυτων εν ημεραις αρχαιαις 3 η χειρ σου εθνη εξωλεθρευσεν και κατεφυτευσας αυτους εκακωσας λαους και εξεβαλες αυτους 4 ου γαρ εν τη ρομφαια αυτων εκληρονομησαν γην και ο βραχιων αυτων ουκ εσωσεν αυτους αλλ' η δεξια σου και ο βραχιων σου και ο φωτισμος του προσωπου σου οτι ευδοκησας εν αυτοις 5 συ ει αυτος ο βασιλευς μου και ο θεος μου ο εντελλομενος τας σωτηριας ιακωβ 6 εν σοι τους εχθρους ημων κερατιουμεν και εν τω ονοματι σου εξουθενωσομεν τους επανιστανομενους ημιν 7 ου γαρ επι τω τοξω μου ελπιω και η ρομφαια μου ου σωσει με 8 εσωσας γαρ ημας εκ των θλιβοντων ημας και τους μισουντας ημας κατησχυνας 9 εν τω θεω επαινεσθησομεθα ολην την ημεραν και εν τω ονοματι σου εξομολογησομεθα εις τον αιωνα διαψαλμα 10 νυνι δε απωσω και κατησχυνας ημας και ουκ εξελευση εν ταις δυναμεσιν ημων 11 απεστρεψας ημας εις τα οπισω παρα τους εχθρους ημων και οι μισουντες ημας διηρπαζον εαυτοις

Loading...


12 εδωκας ημας ως προβατα βρωσεως και εν τοις εθνεσιν διεσπειρας ημας
13 απεδου τον λαον σου ανευ τιμης και ουκ ην πληθος εν τοις αλλαγμασιν αυτων 14 εθου ημας ονειδος τοις γειτοσιν ημων μυκτηρισμον και καταγελωτα τοις κυκλω ημων 15 εθου ημας εις παραβολην εν τοις εθνεσιν κινησιν κεφαλης εν τοις λαοις 16 ολην την ημεραν η εντροπη μου κατεναντιον μου εστιν και η αισχυνη του προσωπου μου εκαλυψεν με 17 απο φωνης ονειδιζοντος και παραλαλουντος απο προσωπου εχθρου και εκδιωκοντος 18 ταυτα παντα ηλθεν εφ' ημας και ουκ επελαθομεθα σου και ουκ ηδικησαμεν εν διαθηκη σου 19 και ουκ απεστη εις τα οπισω η καρδια ημων και εξεκλινας τας τριβους ημων απο της οδου σου 20 οτι εταπεινωσας ημας εν τοπω κακωσεως και επεκαλυψεν ημας σκια θανατου 21 ει επελαθομεθα του ονοματος του θεου ημων και ει διεπετασαμεν χειρας ημων προς θεον αλλοτριον 22 ουχι ο θεος εκζητησει ταυτα αυτος γαρ γινωσκει τα κρυφια της καρδιας

Loading...


23 οτι ενεκα σου θανατουμεθα ολην την ημεραν ελογισθημεν ως προβατα σφαγης 24 εξεγερθητι ινα τι υπνοις κυριε αναστηθι και μη απωση εις τελος 25 ινα τι το προσωπον σου αποστρεφεις επιλανθανη της πτωχειας ημων και της θλιψεως ημων 26 οτι εταπεινωθη εις χουν η ψυχη ημων εκολληθη εις γην η γαστηρ ημων 27 αναστα κυριε βοηθησον ημιν και λυτρωσαι ημας ενεκεν του ονοματος σου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας