Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΩΔΗ ψαλμου τοις υιοις κορε εις το τελος υπερ μαελεθ του αποκριθηναι συνεσεως αιμαν τω ισραηλιτη 2 κυριε ο θεος της σωτηριας μου ημερας εκεκραξα και εν νυκτι εναντιον σου 3 εισελθατω ενωπιον σου η προσευχη μου κλινον το ους σου εις την δεησιν μου κυριε 4 οτι επλησθη κακων η ψυχη μου και η ζωη μου τω αδη ηγγισεν 5 προσελογισθην μετα των καταβαινοντων εις λακκον εγενηθην ως ανθρωπος αβοηθητος εν νεκροις ελευθερος 6 ωσει τραυματιαι ερριμμενοι καθευδοντες εν ταφω ων ουκ εμνησθης ετι και αυτοι εκ της χειρος σου απωσθησαν 7 εθεντο με εν λακκω κατωτατω εν σκοτεινοις και εν σκια θανατου 8 επ' εμε επεστηριχθη ο θυμος σου και παντας τους μετεωρισμους σου επ' εμε επηγαγες διαψαλμα 9 εμακρυνας τους γνωστους μου απ' εμου εθεντο με βδελυγμα εαυτοις παρεδοθην και ουκ εξεπορευομην 10 οι οφθαλμοι μου ησθενησαν απο πτωχειας εκεκραξα προς σε κυριε ολην την ημεραν διεπετασα προς σε τας χειρας μου 11 μη τοις νεκροις ποιησεις θαυμασια η ιατροι αναστησουσιν και εξομολογησονται σοι 12 μη διηγησεται τις εν ταφω το ελεος σου και την αληθειαν σου εν τη απωλεια
13 μη γνωσθησεται εν τω σκοτει τα θαυμασια σου και η δικαιοσυνη σου εν γη επιλελησμενη 14 καγω προς σε κυριε εκεκραξα και το πρωι η προσευχη μου προφθασει σε 15 ινα τι κυριε απωθεις την ψυχην μου αποστρεφεις το προσωπον σου απ' εμου 16 πτωχος ειμι εγω και εν κοποις εκ νεοτητος μου υψωθεις δε εταπεινωθην και εξηπορηθην 17 επ' εμε διηλθον αι οργαι σου και οι φοβερισμοι σου εξεταραξαν με 18 εκυκλωσαν με ως υδωρ ολην την ημεραν περιεσχον με αμα 19 εμακρυνας απ' εμου φιλον και πλησιον και τους γνωστους μου απο ταλαιπωριας

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας