Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙς το τελος υπερ των κρυφιων του υιου ψαλμος τω δαυιδ 2 εξομολογησομαι σοι κυριε εν ολη καρδια μου διηγησομαι παντα τα θαυμασια σου 3 ευφρανθησομαι και αγαλλιασομαι εν σοι ψαλω τω ονοματι σου υψιστε 4 εν τω αποστραφηναι τον εχθρον μου εις τα οπισω ασθενησουσιν και απολουνται απο προσωπου σου 5 οτι εποιησας την κρισιν μου και την δικην μου εκαθισας επι θρονου ο κρινων δικαιοσυνην 6 επετιμησας εθνεσιν και απωλετο ο ασεβης το ονομα αυτων εξηλειψας εις τον αιωνα και εις τον αιωνα του αιωνος 7 του εχθρου εξελιπον αι ρομφαιαι εις τελος και πολεις καθειλες απωλετο το μνημοσυνον αυτων μετ' ηχους

Loading...


8 και ο κυριος εις τον αιωνα μενει ητοιμασεν εν κρισει τον θρονον αυτου 9 και αυτος κρινει την οικουμενην εν δικαιοσυνη κρινει λαους εν ευθυτητι 10 και εγενετο κυριος καταφυγη τω πενητι βοηθος εν ευκαιριαις εν θλιψει 11 και ελπισατωσαν επι σε οι γινωσκοντες το ονομα σου οτι ουκ εγκατελιπες τους εκζητουντας σε κυριε 12 ψαλατε τω κυριω τω κατοικουντι εν σιων αναγγειλατε εν τοις εθνεσιν τα επιτηδευματα αυτου
13 οτι εκζητων τα αιματα αυτων εμνησθη ουκ επελαθετο της κραυγης των πενητων 14 ελεησον με κυριε ιδε την ταπεινωσιν μου εκ των εχθρων μου ο υψων με εκ των πυλων του θανατου 15 οπως αν εξαγγειλω πασας τας αινεσεις σου εν ταις πυλαις της θυγατρος σιων αγαλλιασομαι επι τω σωτηριω σου 16 ενεπαγησαν εθνη εν διαφθορα η εποιησαν εν παγιδι ταυτη η εκρυψαν συνελημφθη ο πους αυτων 17 γινωσκεται κυριος κριματα ποιων εν τοις εργοις των χειρων αυτου συνελημφθη ο αμαρτωλος ωδη διαψαλματος 18 αποστραφητωσαν οι αμαρτωλοι εις τον αδην παντα τα εθνη τα επιλανθανομενα του θεου 19 οτι ουκ εις τελος επιλησθησεται ο πτωχος η υπομονη των πενητων ουκ απολειται εις τον αιωνα 20 αναστηθι κυριε μη κραταιουσθω ανθρωπος κριθητωσαν εθνη ενωπιον σου 21 καταστησον κυριε νομοθετην επ' αυτους γνωτωσαν εθνη οτι ανθρωποι εισιν διαψαλμα 22 ινα τι κυριε αφεστηκας μακροθεν υπερορας εν ευκαιριαις εν θλιψει 23 εν τω υπερηφανευεσθαι τον ασεβη εμπυριζεται ο πτωχος συλλαμβανονται εν διαβουλιοις οις διαλογιζονται 24 οτι επαινειται ο αμαρτωλος εν ταις επιθυμιαις της ψυχης αυτου και ο αδικων ενευλογειται
25 παρωξυνεν τον κυριον ο αμαρτωλος κατα το πληθος της οργης αυτου ουκ εκζητησει ουκ εστιν ο θεος ενωπιον αυτου 26 βεβηλουνται αι οδοι αυτου εν παντι καιρω ανταναιρειται τα κριματα σου απο προσωπου αυτου παντων των εχθρων αυτου κατακυριευσει 27 ειπεν γαρ εν καρδια αυτου ου μη σαλευθω απο γενεας εις γενεαν ανευ κακου 28 ου αρας το στομα αυτου γεμει και πικριας και δολου υπο την γλωσσαν αυτου κοπος και πονος 29 εγκαθηται ενεδρα μετα πλουσιων εν αποκρυφοις αποκτειναι αθωον οι οφθαλμοι αυτου εις τον πενητα αποβλεπουσιν 30 ενεδρευει εν αποκρυφω ως λεων εν τη μανδρα αυτου ενεδρευει του αρπασαι πτωχον αρπασαι πτωχον εν τω ελκυσαι αυτον 31 εν τη παγιδι αυτου ταπεινωσει αυτον κυψει και πεσειται εν τω αυτον κατακυριευσαι των πενητων 32 ειπεν γαρ εν καρδια αυτου επιλελησται ο θεος απεστρεψεν το προσωπον αυτου του μη βλεπειν εις τελος 33 αναστηθι κυριε ο θεος υψωθητω η χειρ σου μη επιλαθη των πενητων 34 ενεκεν τινος παρωξυνεν ο ασεβης τον θεον ειπεν γαρ εν καρδια αυτου ουκ εκζητησει 35 βλεπεις οτι συ πονον και θυμον κατανοεις του παραδουναι αυτους εις χειρας σου σοι ουν εγκαταλελειπται ο πτωχος ορφανω συ ησθα βοηθων 36 συντριψον τον βραχιονα του αμαρτωλου και πονηρου ζητηθησεται η αμαρτια αυτου και ου μη ευρεθη δι' αυτην 37 βασιλευσει κυριος εις τον αιωνα και εις τον αιωνα του αιωνος απολεισθε εθνη εκ της γης αυτου 38 την επιθυμιαν των πενητων εισηκουσεν κυριος την ετοιμασιαν της καρδιας αυτων προσεσχεν το ους σου 39 κριναι ορφανω και ταπεινω ινα μη προσθη ετι του μεγαλαυχειν ανθρωπος επι της γης

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας