Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙς το τελος ωδη ψαλμου αναστασεως αλαλαξατε τω θεω πασα η γη 2 ψαλατε δη τω ονοματι αυτου δοτε δοξαν αινεσει αυτου 3 ειπατε τω θεω ως φοβερα τα εργα σου εν τω πληθει της δυναμεως σου ψευσονται σε οι εχθροι σου 4 πασα η γη προσκυνησατωσαν σοι και ψαλατωσαν σοι ψαλατωσαν τω ονοματι σου διαψαλμα 5 δευτε και ιδετε τα εργα του θεου φοβερος εν βουλαις υπερ τους υιους των ανθρωπων 6 ο μεταστρεφων την θαλασσαν εις ξηραν εν ποταμω διελευσονται ποδι εκει ευφρανθησομεθα επ' αυτω 7 τω δεσποζοντι εν τη δυναστεια αυτου του αιωνος οι οφθαλμοι αυτου επι τα εθνη επιβλεπουσιν οι παραπικραινοντες μη υψουσθωσαν εν εαυτοις διαψαλμα 8 ευλογειτε εθνη τον θεον ημων και ακουτισασθε την φωνην της αινεσεως αυτου 9 του θεμενου την ψυχην μου εις ζωην και μη δοντος εις σαλον τους ποδας μου 10 οτι εδοκιμασας ημας ο θεος επυρωσας ημας ως πυρουται το αργυριον 11 εισηγαγες ημας εις την παγιδα εθου θλιψεις επι τον νωτον ημων 12 επεβιβασας ανθρωπους επι τας κεφαλας ημων διηλθομεν δια πυρος και υδατος και εξηγαγες ημας εις αναψυχην
13 εισελευσομαι εις τον οικον σου εν ολοκαυτωμασιν αποδωσω σοι τας ευχας μου 14 ας διεστειλεν τα χειλη μου και ελαλησεν το στομα μου εν τη θλιψει μου 15 ολοκαυτωματα μεμυαλωμενα ανοισω σοι μετα θυμιαματος και κριων ποιησω σοι βοας μετα χιμαρων διαψαλμα 16 δευτε ακουσατε και διηγησομαι παντες οι φοβουμενοι τον θεον οσα εποιησεν τη ψυχη μου 17 προς αυτον τω στοματι μου εκεκραξα και υψωσα υπο την γλωσσαν μου 18 αδικιαν ει εθεωρουν εν καρδια μου μη εισακουσατω κυριος 19 δια τουτο εισηκουσεν μου ο θεος προσεσχεν τη φωνη της δεησεως μου 20 ευλογητος ο θεος ος ουκ απεστησεν την προσευχην μου και το ελεος αυτου απ' εμου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας