Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΙΝΕΣΙς τω δαυιδ υψωσω σε ο θεος μου ο βασιλευς μου και ευλογησω το ονομα σου εις τον αιωνα και εις τον αιωνα του αιωνος 2 καθ' εκαστην ημεραν ευλογησω σε και αινεσω το ονομα σου εις τον αιωνα και εις τον αιωνα του αιωνος

Loading...


3 μεγας κυριος και αινετος σφοδρα και της μεγαλωσυνης αυτου ουκ εστιν περας 4 γενεα και γενεα επαινεσει τα εργα σου και την δυναμιν σου απαγγελουσιν 5 την μεγαλοπρεπειαν της δοξης της αγιωσυνης σου λαλησουσιν και τα θαυμασια σου διηγησονται 6 και την δυναμιν των φοβερων σου ερουσιν και την μεγαλωσυνην σου διηγησονται 7 μνημην του πληθους της χρηστοτητος σου εξερευξονται και τη δικαιοσυνη σου αγαλλιασονται 8 οικτιρμων και ελεημων ο κυριος μακροθυμος και πολυελεος 9 χρηστος κυριος τοις συμπασιν και οι οικτιρμοι αυτου επι παντα τα εργα αυτου 10 εξομολογησασθωσαν σοι κυριε παντα τα εργα σου και οι οσιοι σου ευλογησατωσαν σε 11 δοξαν της βασιλειας σου ερουσιν και την δυναστειαν σου λαλησουσιν 12 του γνωρισαι τοις υιοις των ανθρωπων την δυναστειαν σου και την δοξαν της μεγαλοπρεπειας της βασιλειας σου
13 η βασιλεια σου βασιλεια παντων των αιωνων και η δεσποτεια σου εν παση γενεα και γενεα 13 πιστος κυριος εν τοις λογοις αυτου και οσιος εν πασι τοις εργοις αυτου 14 υποστηριζει κυριος παντας τους καταπιπτοντας και ανορθοι παντας τους κατερραγμενους 15 οι οφθαλμοι παντων εις σε ελπιζουσιν και συ διδως την τροφην αυτων εν ευκαιρια 16 ανοιγεις συ την χειρα σου και εμπιπλας παν ζωον ευδοκιας 17 δικαιος κυριος εν πασαις ταις οδοις αυτου και οσιος εν πασιν τοις εργοις αυτου 18 εγγυς κυριος πασιν τοις επικαλουμενοις αυτον πασι τοις επικαλουμενοις αυτον εν αληθεια 19 θελημα των φοβουμενων αυτον ποιησει και της δεησεως αυτων επακουσεται και σωσει αυτους 20 φυλασσει κυριος παντας τους αγαπωντας αυτον και παντας τους αμαρτωλους εξολεθρευσει 21 αινεσιν κυριου λαλησει το στομα μου και ευλογειτω πασα σαρξ το ονομα το αγιον αυτου εις τον αιωνα και εις τον αιωνα του αιωνος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας