Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙς το τελος υπερ των αλλοιωθησομενων τω δαυιδ

Loading...


2 σωσον με ο θεος οτι εισηλθοσαν υδατα εως ψυχης μου 3 ενεπαγην εις ιλυν βυθου και ουκ εστιν υποστασις ηλθον εις τα βαθη της θαλασσης και καταιγις κατεποντισεν με 4 εκοπιασα κραζων εβραγχιασεν ο λαρυγξ μου εξελιπον οι οφθαλμοι μου απο του ελπιζειν επι τον θεον μου 5 επληθυνθησαν υπερ τας τριχας της κεφαλης μου οι μισουντες με δωρεαν εκραταιωθησαν οι εχθροι μου οι εκδιωκοντες με αδικως α ουχ ηρπασα τοτε απετιννυον 6 ο θεος συ εγνως την αφροσυνην μου και αι πλημμελειαι μου απο σου ουκ εκρυβησαν 7 μη αισχυνθειησαν επ' εμοι οι υπομενοντες σε κυριε κυριε των δυναμεων μη εντραπειησαν επ' εμοι οι ζητουντες σε ο θεος του ισραηλ 8 οτι ενεκα σου υπηνεγκα ονειδισμον εκαλυψεν εντροπη το προσωπον μου 9 απηλλοτριωμενος εγενηθην τοις αδελφοις μου και ξενος τοις υιοις της μητρος μου 10 οτι ο ζηλος του οικου σου κατεφαγεν με και οι ονειδισμοι των ονειδιζοντων σε επεπεσαν επ' εμε

Loading...


11 και συνεκαμψα εν νηστεια την ψυχην μου και εγενηθη εις ονειδισμον εμοι 12 και εθεμην το ενδυμα μου σακκον και εγενομην αυτοις εις παραβολην
13 κατ' εμου ηδολεσχουν οι καθημενοι εν πυλη και εις εμε εψαλλον οι πινοντες τον οινον 14 εγω δε τη προσευχη μου προς σε κυριε καιρος ευδοκιας ο θεος εν τω πληθει του ελεους σου επακουσον μου εν αληθεια της σωτηριας σου 15 σωσον με απο πηλου ινα μη εμπαγω ρυσθειην εκ των μισουντων με και εκ του βαθους των υδατων 16 μη με καταποντισατω καταιγις υδατος μηδε καταπιετω με βυθος μηδε συσχετω επ' εμε φρεαρ το στομα αυτου 17 εισακουσον μου κυριε οτι χρηστον το ελεος σου κατα το πληθος των οικτιρμων σου επιβλεψον επ' εμε 18 μη αποστρεψης το προσωπον σου απο του παιδος σου οτι θλιβομαι ταχυ επακουσον μου 19 προσχες τη ψυχη μου και λυτρωσαι αυτην ενεκα των εχθρων μου ρυσαι με 20 συ γαρ γινωσκεις τον ονειδισμον μου και την αισχυνην μου και την εντροπην μου εναντιον σου παντες οι θλιβοντες με 21 ονειδισμον προσεδοκησεν η ψυχη μου και ταλαιπωριαν και υπεμεινα συλλυπουμενον και ουχ υπηρξεν και παρακαλουντας και ουχ ευρον 22 και εδωκαν εις το βρωμα μου χολην και εις την διψαν μου εποτισαν με οξος

Loading...


23 γενηθητω η τραπεζα αυτων ενωπιον αυτων εις παγιδα και εις ανταποδοσιν και εις σκανδαλον

Loading...


24 σκοτισθητωσαν οι οφθαλμοι αυτων του μη βλεπειν και τον νωτον αυτων δια παντος συγκαμψον
25 εκχεον επ' αυτους την οργην σου και ο θυμος της οργης σου καταλαβοι αυτους 26 γενηθητω η επαυλις αυτων ηρημωμενη και εν τοις σκηνωμασιν αυτων μη εστω ο κατοικων

Loading...


27 οτι ον συ επαταξας αυτοι κατεδιωξαν και επι το αλγος των τραυματιων σου προσεθηκαν 28 προσθες ανομιαν επι την ανομιαν αυτων και μη εισελθετωσαν εν δικαιοσυνη σου 29 εξαλειφθητωσαν εκ βιβλου ζωντων και μετα δικαιων μη γραφητωσαν 30 πτωχος και αλγων ειμι εγω και η σωτηρια του προσωπου σου ο θεος αντελαβετο μου 31 αινεσω το ονομα του θεου μετ' ωδης μεγαλυνω αυτον εν αινεσει 32 και αρεσει τω θεω υπερ μοσχον νεον κερατα εκφεροντα και οπλας 33 ιδετωσαν πτωχοι και ευφρανθητωσαν εκζητησατε τον θεον και ζησεται η ψυχη υμων 34 οτι εισηκουσεν των πενητων ο κυριος και τους πεπεδημενους αυτου ουκ εξουδενωσεν 35 αινεσατωσαν αυτον οι ουρανοι και η γη θαλασσα και παντα τα ερποντα εν αυτοις 36 οτι ο θεος σωσει την σιων και οικοδομηθησονται αι πολεις της ιουδαιας και κατοικησουσιν εκει και κληρονομησουσιν αυτην 37 και το σπερμα των δουλων αυτου καθεξουσιν αυτην και οι αγαπωντες το ονομα αυτου κατασκηνωσουσιν εν αυτη

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας