Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙς το τελος υπερ της αντιλημψεως της εωθινης ψαλμος τω δαυιδ 2 ο θεος ο θεος μου προσχες μοι ινα τι εγκατελιπες με μακραν απο της σωτηριας μου οι λογοι των παραπτωματων μου

Loading...


3 ο θεος μου κεκραξομαι ημερας και ουκ εισακουση και νυκτος και ουκ εις ανοιαν εμοι 4 συ δε εν αγιοις κατοικεις ο επαινος ισραηλ 5 επι σοι ηλπισαν οι πατερες ημων ηλπισαν και ερρυσω αυτους 6 προς σε εκεκραξαν και εσωθησαν επι σοι ηλπισαν και ου κατησχυνθησαν 7 εγω δε ειμι σκωληξ και ουκ ανθρωπος ονειδος ανθρωπου και εξουδενημα λαου 8 παντες οι θεωρουντες με εξεμυκτηρισαν με ελαλησαν εν χειλεσιν εκινησαν κεφαλην

Loading...


9 ηλπισεν επι κυριον ρυσασθω αυτον σωσατω αυτον οτι θελει αυτον

Loading...


10 οτι συ ει ο εκσπασας με εκ γαστρος η ελπις μου απο μαστων της μητρος μου 11 επι σε επερριφην εκ μητρας εκ κοιλιας μητρος μου θεος μου ει συ 12 μη αποστης απ' εμου οτι θλιψις εγγυς οτι ουκ εστιν ο βοηθων
13 περιεκυκλωσαν με μοσχοι πολλοι ταυροι πιονες περιεσχον με 14 ηνοιξαν επ' εμε το στομα αυτων ως λεων ο αρπαζων και ωρυομενος 15 ωσει υδωρ εξεχυθην και διεσκορπισθη παντα τα οστα μου εγενηθη η καρδια μου ωσει κηρος τηκομενος εν μεσω της κοιλιας μου 16 εξηρανθη ως οστρακον η ισχυς μου και η γλωσσα μου κεκολληται τω λαρυγγι μου και εις χουν θανατου κατηγαγες με 17 οτι εκυκλωσαν με κυνες πολλοι συναγωγη πονηρευομενων περιεσχον με ωρυξαν χειρας μου και ποδας

Loading...


18 εξηριθμησα παντα τα οστα μου αυτοι δε κατενοησαν και επειδον με 19 διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον

Loading...


20 συ δε κυριε μη μακρυνης την βοηθειαν μου εις την αντιλημψιν μου προσχες 21 ρυσαι απο ρομφαιας την ψυχην μου και εκ χειρος κυνος την μονογενη μου 22 σωσον με εκ στοματος λεοντος και απο κερατων μονοκερωτων την ταπεινωσιν μου 23 διηγησομαι το ονομα σου τοις αδελφοις μου εν μεσω εκκλησιας υμνησω σε

Loading...


24 οι φοβουμενοι κυριον αινεσατε αυτον απαν το σπερμα ιακωβ δοξασατε αυτον φοβηθητωσαν αυτον απαν το σπερμα ισραηλ
25 οτι ουκ εξουδενωσεν ουδε προσωχθισεν τη δεησει του πτωχου ουδε απεστρεψεν το προσωπον αυτου απ' εμου και εν τω κεκραγεναι με προς αυτον εισηκουσεν μου 26 παρα σου ο επαινος μου εν εκκλησια μεγαλη τας ευχας μου αποδωσω ενωπιον των φοβουμενων αυτον 27 φαγονται πενητες και εμπλησθησονται και αινεσουσιν κυριον οι εκζητουντες αυτον ζησονται αι καρδιαι αυτων εις αιωνα αιωνος 28 μνησθησονται και επιστραφησονται προς κυριον παντα τα περατα της γης και προσκυνησουσιν ενωπιον σου πασαι αι πατριαι των εθνων 29 οτι του κυριου η βασιλεια και αυτος δεσποζει των εθνων 30 εφαγον και προσεκυνησαν παντες οι πιονες της γης ενωπιον αυτου προπεσουνται παντες οι καταβαινοντες εις την γην και η ψυχη μου αυτω ζη 31 και το σπερμα μου δουλευσει αυτω αναγγελησεται τω κυριω γενεα η ερχομενη 32 και αναγγελουσιν την δικαιοσυνην αυτου λαω τω τεχθησομενω οτι εποιησεν ο κυριος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας