Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙς το τελος τω δαυιδ ψαλμος ωδης 2 αναστητω ο θεος και διασκορπισθητωσαν οι εχθροι αυτου και φυγετωσαν οι μισουντες αυτον απο προσωπου αυτου

Loading...


3 ως εκλειπει καπνος εκλιπετωσαν ως τηκεται κηρος απο προσωπου πυρος ουτως απολοιντο οι αμαρτωλοι απο προσωπου του θεου 4 και οι δικαιοι ευφρανθητωσαν αγαλλιασθωσαν ενωπιον του θεου τερφθητωσαν εν ευφροσυνη 5 ασατε τω θεω ψαλατε τω ονοματι αυτου οδοποιησατε τω επιβεβηκοτι επι δυσμων κυριος ονομα αυτω και αγαλλιασθε ενωπιον αυτου ταραχθησονται απο προσωπου αυτου 6 του πατρος των ορφανων και κριτου των χηρων ο θεος εν τοπω αγιω αυτου 7 ο θεος κατοικιζει μονοτροπους εν οικω εξαγων πεπεδημενους εν ανδρεια ομοιως τους παραπικραινοντας τους κατοικουντας εν ταφοις 8 ο θεος εν τω εκπορευεσθαι σε ενωπιον του λαου σου εν τω διαβαινειν σε εν τη ερημω διαψαλμα 9 γη εσεισθη και γαρ οι ουρανοι εσταξαν απο προσωπου του θεου τουτο σινα απο προσωπου του θεου ισραηλ 10 βροχην εκουσιον αφοριεις ο θεος τη κληρονομια σου και ησθενησεν συ δε κατηρτισω αυτην 11 τα ζωα σου κατοικουσιν εν αυτη ητοιμασας εν τη χρηστοτητι σου τω πτωχω ο θεος 12 κυριος δωσει ρημα τοις ευαγγελιζομενοις δυναμει πολλη
13 ο βασιλευς των δυναμεων του αγαπητου και ωραιοτητι του οικου διελεσθαι σκυλα 14 εαν κοιμηθητε ανα μεσον των κληρων πτερυγες περιστερας περιηργυρωμεναι και τα μεταφρενα αυτης εν χλωροτητι χρυσιου διαψαλμα 15 εν τω διαστελλειν τον επουρανιον βασιλεις επ' αυτης χιονωθησονται εν σελμων 16 ορος του θεου ορος πιον ορος τετυρωμενον ορος πιον 17 ινα τι υπολαμβανετε ορη τετυρωμενα το ορος ο ευδοκησεν ο θεος κατοικειν εν αυτω και γαρ ο κυριος κατασκηνωσει εις τελος 18 το αρμα του θεου μυριοπλασιον χιλιαδες ευθηνουντων ο κυριος εν αυτοις εν σινα εν τω αγιω 19 ανεβης εις υψος ηχμαλωτευσας αιχμαλωσιαν ελαβες δοματα εν ανθρωπω και γαρ απειθουντες του κατασκηνωσαι κυριος ο θεος ευλογητος

Loading...


20 ευλογητος κυριος ημεραν καθ' ημεραν κατευοδωσει ημιν ο θεος των σωτηριων ημων διαψαλμα 21 ο θεος ημων θεος του σωζειν και του κυριου κυριου αι διεξοδοι του θανατου 22 πλην ο θεος συνθλασει κεφαλας εχθρων αυτου κορυφην τριχος διαπορευομενων εν πλημμελειαις αυτων 23 ειπεν κυριος εκ βασαν επιστρεψω επιστρεψω εν βυθοις θαλασσης 24 οπως αν βαφη ο πους σου εν αιματι η γλωσσα των κυνων σου εξ εχθρων παρ' αυτου
25 εθεωρηθησαν αι πορειαι σου ο θεος αι πορειαι του θεου μου του βασιλεως του εν τω αγιω 26 προεφθασαν αρχοντες εχομενοι ψαλλοντων εν μεσω νεανιδων τυμπανιστριων 27 εν εκκλησιαις ευλογειτε τον θεον τον κυριον εκ πηγων ισραηλ 28 εκει βενιαμιν νεωτερος εν εκστασει αρχοντες ιουδα ηγεμονες αυτων αρχοντες ζαβουλων αρχοντες νεφθαλι 29 εντειλαι ο θεος τη δυναμει σου δυναμωσον ο θεος τουτο ο κατειργασω ημιν 30 απο του ναου σου επι ιερουσαλημ σοι οισουσιν βασιλεις δωρα 31 επιτιμησον τοις θηριοις του καλαμου η συναγωγη των ταυρων εν ταις δαμαλεσιν των λαων του μη αποκλεισθηναι τους δεδοκιμασμενους τω αργυριω διασκορπισον εθνη τα τους πολεμους θελοντα 32 ηξουσιν πρεσβεις εξ αιγυπτου αιθιοπια προφθασει χειρα αυτης τω θεω 33 αι βασιλειαι της γης ασατε τω θεω ψαλατε τω κυριω διαψαλμα 34 ψαλατε τω θεω τω επιβεβηκοτι επι τον ουρανον του ουρανου κατα ανατολας ιδου δωσει εν τη φωνη αυτου φωνην δυναμεως 35 δοτε δοξαν τω θεω επι τον ισραηλ η μεγαλοπρεπεια αυτου και η δυναμις αυτου εν ταις νεφελαις 36 θαυμαστος ο θεος εν τοις αγιοις αυτου ο θεος ισραηλ αυτος δωσει δυναμιν και κραταιωσιν τω λαω αυτου ευλογητος ο θεος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας