Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΥΠΟΛΑΒΩΝ δε ιωβ λεγει 2 επ' αληθειας οιδα οτι ουτως εστιν πως γαρ εσται δικαιος βροτος παρα κυριω

Loading...


3 εαν γαρ βουληται κριθηναι αυτω ου μη υπακουση αυτω ινα μη αντειπη προς ενα λογον αυτου εκ χιλιων 4 σοφος γαρ εστιν διανοια κραταιος τε και μεγας τις σκληρος γενομενος εναντιον αυτου υπεμεινεν 5 ο παλαιων ορη και ουκ οιδασιν ο καταστρεφων αυτα οργη 6 ο σειων την υπ' ουρανον εκ θεμελιων οι δε στυλοι αυτης σαλευονται 7 ο λεγων τω ηλιω και ουκ ανατελλει κατα δε αστρων κατασφραγιζει 8 ο τανυσας τον ουρανον μονος και περιπατων ως επ' εδαφους επι θαλασσης 9 ο ποιων πλειαδα και εσπερον και αρκτουρον και ταμιεια νοτου 10 ο ποιων μεγαλα και ανεξιχνιαστα ενδοξα τε και εξαισια ων ουκ εστιν αριθμος 11 εαν υπερβη με ου μη ιδω και εαν παρελθη με ουδ' ως εγνων 12 εαν απαλλαξη τις αποστρεψει η τις ερει αυτω τι εποιησας
13 αυτος γαρ απεστραπται οργην υπ' αυτου εκαμφθησαν κητη τα υπ' ουρανον 14 εαν δε μου υπακουσηται η διακρινει τα ρηματα μου 15 εαν τε γαρ ω δικαιος ουκ εισακουσεται μου του κριματος αυτου δεηθησομαι 16 εαν τε καλεσω και υπακουση ου πιστευω οτι εισακηκοεν μου 17 μη γνοφω με εκτριψη πολλα δε μου τα συντριμματα πεποιηκεν δια κενης 18 ουκ εα γαρ με αναπνευσαι ενεπλησεν δε με πικριας 19 οτι μεν γαρ ισχυι κρατει τις ουν κριματι αυτου αντιστησεται 20 εαν γαρ ω δικαιος το στομα μου ασεβησει εαν τε ω αμεμπτος σκολιος αποβησομαι 21 ειτε γαρ ησεβησα ουκ οιδα τη ψυχη πλην οτι αφαιρειται μου η ζωη 22 διο ειπον μεγαν και δυναστην απολλυει οργη 23 οτι φαυλοι εν θανατω εξαισιω αλλα δικαιοι καταγελωνται 24 παραδεδονται γαρ εις χειρας ασεβους προσωπα κριτων αυτης συγκαλυπτει ει δε μη αυτος τις εστιν
25 ο δε βιος μου εστιν ελαφροτερος δρομεως απεδρασαν και ουκ ειδοσαν 26 η και εστιν ναυσιν ιχνος οδου η αετου πετομενου ζητουντος βοραν 27 εαν τε γαρ ειπω επιλησομαι λαλων συγκυψας τω προσωπω στεναξω 28 σειομαι πασιν τοις μελεσιν οιδα γαρ οτι ουκ αθωον με εασεις 29 επειδη δε ειμι ασεβης δια τι ουκ απεθανον 30 εαν γαρ απολουσωμαι χιονι και αποκαθαρωμαι χερσιν καθαραις 31 ικανως εν ρυπω με εβαψας εβδελυξατο δε με η στολη 32 ου γαρ ει ανθρωπος κατ' εμε ω αντικρινουμαι ινα ελθωμεν ομοθυμαδον εις κρισιν 33 ειθε ην ο μεσιτης ημων και ελεγχων και διακουων ανα μεσον αμφοτερων 34 απαλλαξατω απ' εμου την ραβδον ο δε φοβος αυτου μη με στροβειτω 35 και ου μη φοβηθω αλλα λαλησω ου γαρ ουτω συνεπισταμαι

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας