Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΥΠΟΛΑΒΩΝ δε σωφαρ ο μιναιος λεγει 2 ουχ ουτως υπελαμβανον αντερειν σε ταυτα και ουχι συνιετε μαλλον η και εγω

Loading...


3 παιδειαν εντροπης μου ακουσομαι και πνευμα εκ της συνεσεως αποκρινεται μοι 4 μη ταυτα εγνως απο του ετι αφ' ου ετεθη ανθρωπος επι της γης 5 ευφροσυνη γαρ ασεβων πτωμα εξαισιον χαρμονη δε παρανομων απωλεια 6 εαν αναβη εις ουρανον αυτου τα δωρα η δε θυσια αυτου νεφων αψηται 7 οταν γαρ δοκη ηδη κατεστηριχθαι τοτε εις τελος απολειται οι δε ιδοντες αυτον ερουσιν που εστιν 8 ωσπερ ενυπνιον εκπετασθεν ου μη ευρεθη επτη δε ωσπερ φασμα νυκτερινον 9 οφθαλμος παρεβλεψεν και ου προσθησει και ουκετι προσνοησει αυτον ο τοπος αυτου 10 τους υιους αυτου ολεσαισαν ηττονες αι δε χειρες αυτου πυρσευσαισαν οδυνας 11 οστα αυτου ενεπλησθησαν νεοτητος αυτου και μετ' αυτου επι χωματος κοιμηθησεται 12 εαν γλυκανθη εν στοματι αυτου κακια κρυψει αυτην υπο την γλωσσαν αυτου
13 ου φεισεται αυτης και ουκ εγκαταλειψει αυτην και συνεξει αυτην εν μεσω του λαρυγγος αυτου 14 και ου μη δυνηθη βοηθησαι εαυτω χολη ασπιδος εν γαστρι αυτου 15 πλουτος αδικως συναγομενος εξεμεσθησεται εξ οικιας αυτου εξελκυσει αυτον αγγελος 16 θυμον δε δρακοντων θηλασειεν ανελοι δε αυτον γλωσσα οφεως 17 μη ιδοι αμελξιν νομαδων μηδε νομας μελιτος και βουτυρου 18 εις κενα και ματαια εκοπιασεν πλουτον εξ ου ου γευσεται ωσπερ στριφνος αμασητος ακαταποτος 19 πολλων γαρ αδυνατων οικους εθλασεν διαιταν δε ηρπασεν και ουκ εστησεν 20 ουκ εστιν αυτου σωτηρια τοις υπαρχουσιν εν επιθυμια αυτου ου σωθησεται

Loading...


21 ουκ εστιν υπολειμμα τοις βρωμασιν αυτου δια τουτο ουκ ανθησει αυτου τα αγαθα 22 οταν δε δοκη ηδη πεπληρωσθαι θλιβησεται πασα δε αναγκη επ' αυτον επελευσεται 23 ει πως πληρωσαι γαστερα αυτου επαποστειλαι επ' αυτον θυμον οργης νιψαι επ' αυτον οδυνας 24 και ου μη σωθη εκ χειρος σιδηρου τρωσαι αυτον τοξον χαλκειον 25 διεξελθοι δε δια σωματος αυτου βελος αστραπαι δε εν διαιταις αυτου περιπατησαισαν επ' αυτω φοβοι 26 παν δε σκοτος αυτω υπομειναι κατεδεται αυτον πυρ ακαυστον κακωσαι δε αυτου επηλυτος τον οικον 27 ανακαλυψαι δε αυτου ο ουρανος τας ανομιας γη δε επανασταιη αυτω 28 ελκυσαι τον οικον αυτου απωλεια εις τελος ημερα οργης επελθοι αυτω 29 αυτη η μερις ανθρωπου ασεβους παρα κυριου και κτημα υπαρχοντων αυτω παρα του επισκοπου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας