Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΜΕΤΑ δε το παυσασθαι ελιουν της λεξεως ειπεν ο κυριος τω ιωβ δια λαιλαπος και νεφων 2 τις ουτος ο κρυπτων με βουλην συνεχων δε ρηματα εν καρδια εμε δε οιεται κρυπτειν 3 ζωσαι ωσπερ ανηρ την οσφυν σου ερωτησω δε σε συ δε μοι αποκριθητι 4 που ης εν τω θεμελιουν με την γην απαγγειλον δε μοι ει επιστη συνεσιν

Loading...


5 τις εθετο τα μετρα αυτης ει οιδας η τις ο επαγαγων σπαρτιον επ' αυτης 6 επι τινος οι κρικοι αυτης πεπηγασιν τις δε εστιν ο βαλων λιθον γωνιαιον επ' αυτης 7 οτε εγενηθησαν αστρα ηνεσαν με φωνη μεγαλη παντες αγγελοι μου 8 εφραξα δε θαλασσαν πυλαις οτε εμαιμασσεν εκ κοιλιας μητρος αυτης εκπορευομενη 9 εθεμην δε αυτη νεφος αμφιασιν ομιχλη δε αυτην εσπαργανωσα 10 εθεμην δε αυτη ορια περιθεις κλειθρα και πυλας 11 ειπα δε αυτη μεχρι τουτου ελευση και ουχ υπερβηση αλλ' εν σεαυτη συντριβησεται σου τα κυματα 12 η επι σου συντεταχα φεγγος πρωινον εωσφορος δε ειδεν την εαυτου ταξιν
13 επιλαβεσθαι πτερυγων γης εκτιναξαι ασεβεις εξ αυτης 14 η συ λαβων γην πηλον επλασας ζωον και λαλητον αυτον εθου επι γης 15 αφειλας δε απο ασεβων το φως βραχιονα δε υπερηφανων συνετριψας 16 ηλθες δε επι πηγην θαλασσης εν δε ιχνεσιν αβυσσου περιεπατησας 17 ανοιγονται δε σοι φοβω πυλαι θανατου πυλωροι δε αδου ιδοντες σε επτηξαν 18 νενουθετησαι δε το ευρος της υπ' ουρανον αναγγειλον δη μοι ποση τις εστιν 19 ποια δε γη αυλιζεται το φως σκοτους δε ποιος ο τοπος 20 ει αγαγοις με εις ορια αυτων ει δε και επιστασαι τριβους αυτων 21 οιδα αρα οτι τοτε γεγεννησαι αριθμος δε ετων σου πολυς 22 ηλθες δε επι θησαυρους χιονος θησαυρους δε χαλαζης εορακας 23 αποκειται δε σοι εις ωραν εχθρων εις ημεραν πολεμου και μαχης 24 ποθεν δε εκπορευεται παχνη η διασκεδαννυται νοτος εις την υπ' ουρανον
25 τις δε ητοιμασεν υετω λαβρω ρυσιν οδον δε κυδοιμων 26 του υετισαι επι γην ου ουκ ανηρ ερημον ου ουχ υπαρχει ανθρωπος εν αυτη 27 του χορτασαι αβατον και αοικητον και του εκβλαστησαι εξοδον χλοης 28 τις εστιν υετου πατηρ τις δε εστιν ο τετοκως βωλους δροσου 29 εκ γαστρος δε τινος εκπορευεται ο κρυσταλλος παχνην δε εν ουρανω τις τετοκεν 30 η καταβαινει ωσπερ υδωρ ρεον προσωπον δε αβυσσου τις επηξεν 31 συνηκας δε δεσμον πλειαδος και φραγμον ωριωνος ηνοιξας 32 η διανοιξεις μαζουρωθ εν καιρω αυτου και εσπερον επι κομης αυτου αξεις αυτα 33 επιστασαι δε τροπας ουρανου η τα υπ' ουρανον ομοθυμαδον γινομενα 34 καλεσεις δε νεφος φωνη και τρομω υδατος λαβρω υπακουσεται σου 35 αποστελεις δε κεραυνους και πορευσονται ερουσιν δε σοι τι εστιν 36 τις δε εδωκεν γυναιξιν υφασματος σοφιαν η ποικιλτικην επιστημην 37 τις δε ο αριθμων νεφη σοφια ουρανον δε εις γην εκλινεν 38 κεχυται δε ωσπερ γη κονια κεκολληκα δε αυτον ωσπερ λιθω κυβον 39 θηρευσεις δε λεουσιν βοραν ψυχας δε δρακοντων εμπλησεις 40 δεδοικασιν γαρ εν κοιταις αυτων καθηνται δε εν υλαις ενεδρευοντες 41 τις δε ητοιμασεν κορακι βοραν νεοσσοι γαρ αυτου προς κυριον κεκραγασιν πλανωμενοι τα σιτα ζητουντες

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας