Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΟΥΧ εορακας αυτον ουδε επι τοις λεγομενοις τεθαυμακας

Loading...


2 ου δεδοικας οτι ητοιμασται μοι τις γαρ εστιν ο εμοι αντιστας 3 η τις αντιστησεται μοι και υπομενει ει πασα η υπ' ουρανον εμη εστιν 4 ου σιωπησομαι δι' αυτον και λογον δυναμεως ελεησει τον ισον αυτου 5 τις αποκαλυψει προσωπον ενδυσεως αυτου εις δε πτυξιν θωρακος αυτου τις αν εισελθοι 6 πυλας προσωπου αυτου τις ανοιξει κυκλω οδοντων αυτου φοβος 7 τα εγκατα αυτου ασπιδες χαλκειαι συνδεσμος δε αυτου ωσπερ σμιριτης λιθος 8 εις του ενος κολλωνται πνευμα δε ου μη διελθη αυτον 9 ανηρ τω αδελφω αυτου προσκολληθησεται συνεχονται και ου μη αποσπασθωσιν 10 εν πταρμω αυτου επιφαυσκεται φεγγος οι δε οφθαλμοι αυτου ειδος εωσφορου 11 εκ στοματος αυτου εκπορευονται λαμπαδες καιομεναι και διαρριπτουνται εσχαραι πυρος 12 εκ μυκτηρων αυτου εκπορευεται καπνος καμινου καιομενης πυρι ανθρακων
13 η ψυχη αυτου ανθρακες φλοξ δε εκ στοματος αυτου εκπορευεται 14 εν δε τραχηλω αυτου αυλιζεται δυναμις εμπροσθεν αυτου τρεχει απωλεια 15 σαρκες δε σωματος αυτου κεκολληνται καταχεει επ' αυτον ου σαλευθησεται 16 η καρδια αυτου πεπηγεν ως λιθος εστηκεν δε ωσπερ ακμων ανηλατος 17 στραφεντος δε αυτου φοβος θηριοις τετραποσιν επι γης αλλομενοις 18 εαν συναντησωσιν αυτω λογχαι ουδεν μη ποιησωσιν δορυ επηρμενον και θωρακα 19 ηγηται μεν γαρ σιδηρον αχυρα χαλκον δε ωσπερ ξυλον σαθρον 20 ου μη τρωση αυτον τοξον χαλκειον ηγηται μεν πετροβολον χορτον 21 ως καλαμη ελογισθησαν σφυραι καταγελα δε σεισμου πυρφορου 22 η στρωμνη αυτου οβελισκοι οξεις πας δε χρυσος θαλασσης υπ' αυτον ωσπερ πηλος αμυθητος 23 αναζει την αβυσσον ωσπερ χαλκειον ηγηται δε την θαλασσαν ωσπερ εξαλειπτρον 24 τον δε ταρταρον της αβυσσου ωσπερ αιχμαλωτον ελογισατο αβυσσον εις περιπατον 25 ουκ εστιν ουδεν επι της γης ομοιον αυτω πεποιημενον εγκαταπαιζεσθαι υπο των αγγελων μου 26 παν υψηλον ορα αυτος δε βασιλευς παντων των εν τοις υδασιν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας