Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΥΠΟΛΑΒΩΝ δε βαλδαδ ο σαυχιτης λεγει 2 μεχρι τινος λαλησεις ταυτα πνευμα πολυρημον του στοματος σου 3 μη ο κυριος αδικησει κρινων η ο τα παντα ποιησας ταραξει το δικαιον 4 ει οι υιοι σου ημαρτον εναντιον αυτου απεστειλεν εν χειρι ανομιας αυτων

Loading...


5 συ δε ορθριζε προς κυριον παντοκρατορα δεομενος 6 ει καθαρος ει και αληθινος δεησεως επακουσεται σου αποκαταστησει δε σοι διαιταν δικαιοσυνης 7 εσται ουν τα μεν πρωτα σου ολιγα τα δε εσχατα σου αμυθητα 8 επερωτησον γαρ γενεαν πρωτην εξιχνιασον δε κατα γενος πατερων

Loading...


9 χθιζοι γαρ εσμεν και ουκ οιδαμεν σκια γαρ εστιν ημων επι της γης ο βιος

Loading...


10 η ουχ ουτοι σε διδαξουσιν και αναγγελουσιν και εκ καρδιας εξαξουσιν ρηματα 11 μη θαλλει παπυρος ανευ υδατος η υψωθησεται βουτομον ανευ ποτου 12 ετι ον επι ριζης και ου μη θερισθη προ του πιειν πασα βοτανη ουχι ξηραινεται
13 ουτως τοινυν εσται τα εσχατα παντων των επιλανθανομενων του κυριου ελπις γαρ ασεβους απολειται 14 αοικητος γαρ αυτου εσται ο οικος αραχνη δε αυτου αποβησεται η σκηνη 15 εαν υπερειση την οικιαν αυτου ου μη στη επιλαβομενου δε αυτου ου μη υπομεινη 16 υγρος γαρ εστιν υπο ηλιου και εκ σαπριας αυτου ο ραδαμνος αυτου εξελευσεται 17 επι συναγωγην λιθων κοιμαται εν δε μεσω χαλικων ζησεται 18 εαν καταπιη ο τοπος ψευσεται αυτον ουχ εορακας τοιαυτα 19 οτι καταστροφη ασεβους τοιαυτη εκ δε γης αλλον αναβλαστησει 20 ο γαρ κυριος ου μη αποποιησηται τον ακακον παν δε δωρον ασεβους ου δεξεται 21 αληθινων δε στομα εμπλησει γελωτος τα δε χειλη αυτων εξομολογησεως 22 οι δε εχθροι αυτων ενδυσονται αισχυνην διαιτα δε ασεβους ουκ εσται

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας