Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΓΕΝΕΤΟ δε ως η ημερα αυτη και ηλθον οι αγγελοι του θεου παραστηναι εναντι κυριου και ο διαβολος ηλθεν εν μεσω αυτων παραστηναι εναντιον του κυριου 2 και ειπεν ο κυριος τω διαβολω ποθεν συ ερχη τοτε ειπεν ο διαβολος ενωπιον του κυριου διαπορευθεις την υπ' ουρανον και εμπεριπατησας την συμπασαν παρειμι 3 ειπεν δε ο κυριος προς τον διαβολον προσεσχες ουν τω θεραποντι μου ιωβ οτι ουκ εστιν κατ' αυτον των επι της γης ανθρωπος ακακος αληθινος αμεμπτος θεοσεβης απεχομενος απο παντος κακου ετι δε εχεται ακακιας συ δε ειπας τα υπαρχοντα αυτου δια κενης απολεσαι 4 υπολαβων δε ο διαβολος ειπεν τω κυριω δερμα υπερ δερματος οσα υπαρχει ανθρωπω υπερ της ψυχης αυτου εκτεισει 5 ου μην δε αλλα αποστειλας την χειρα σου αψαι των οστων αυτου και των σαρκων αυτου ει μην εις προσωπον σε ευλογησει 6 ειπεν δε ο κυριος τω διαβολω ιδου παραδιδωμι σοι αυτον μονον την ψυχην αυτου διαφυλαξον 7 εξηλθεν δε ο διαβολος απο του κυριου και επαισεν τον ιωβ ελκει πονηρω απο ποδων εως κεφαλης 8 και ελαβεν οστρακον ινα τον ιχωρα ξυη και εκαθητο επι της κοπριας εξω της πολεως 9 χρονου δε πολλου προβεβηκοτος ειπεν αυτω η γυνη αυτου μεχρι τινος καρτερησεις λεγων 9 ιδου αναμενω χρονον ετι μικρον προσδεχομενος την ελπιδα της σωτηριας μου 9 ιδου γαρ ηφανισται σου το μνημοσυνον απο της γης υιοι και θυγατερες εμης κοιλιας ωδινες και πονοι ους εις το κενον εκοπιασα μετα μοχθων 9 συ τε αυτος εν σαπρια σκωληκων καθησαι διανυκτερευων αιθριος 9 καγω πλανητις και λατρις τοπον εκ τοπου περιερχομενη και οικιαν εξ οικιας προσδεχομενη τον ηλιον ποτε δυσεται ινα αναπαυσωμαι των μοχθων και των οδυνων αι με νυν συνεχουσιν 9 αλλα ειπον τι ρημα εις κυριον και τελευτα 10 ο δε εμβλεψας ειπεν αυτη ωσπερ μια των αφρονων γυναικων ελαλησας ει τα αγαθα εδεξαμεθα εκ χειρος κυριου τα κακα ουχ υποισομεν εν πασιν τουτοις τοις συμβεβηκοσιν αυτω ουδεν ημαρτεν ιωβ τοις χειλεσιν εναντιον του θεου

Loading...


11 ακουσαντες δε οι τρεις φιλοι αυτου τα κακα παντα τα επελθοντα αυτω παρεγενοντο εκαστος εκ της ιδιας χωρας προς αυτον ελιφας ο θαιμανων βασιλευς βαλδαδ ο σαυχαιων τυραννος σωφαρ ο μιναιων βασιλευς και παρεγενοντο προς αυτον ομοθυμαδον του παρακαλεσαι και επισκεψασθαι αυτον

Loading...


12 ιδοντες δε αυτον πορρωθεν ουκ επεγνωσαν και βοησαντες φωνη μεγαλη εκλαυσαν ρηξαντες εκαστος την εαυτου στολην και καταπασαμενοι γην 13 παρεκαθισαν αυτω επτα ημερας και επτα νυκτας και ουδεις αυτων ελαλησεν εωρων γαρ την πληγην δεινην ουσαν και μεγαλην σφοδρα

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας