Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ απεκριθη κυριος ο θεος τω ιωβ και ειπεν 2 μη κρισιν μετα ικανου εκκλινει ελεγχων θεον αποκριθησεται αυτην 3 υπολαβων δε ιωβ λεγει τω κυριω 4 τι ετι εγω κρινομαι νουθετουμενος και ελεγχων κυριον ακουων τοιαυτα ουθεν ων εγω δε τινα αποκρισιν δω προς ταυτα χειρα θησω επι στοματι μου 5 απαξ λελαληκα επι δε τω δευτερω ου προσθησω 6 ετι δε υπολαβων ο κυριος ειπεν τω ιωβ εκ του νεφους 7 μη αλλα ζωσαι ωσπερ ανηρ την οσφυν σου ερωτησω δε σε συ δε μοι αποκριθητι 8 μη αποποιου μου το κριμα οιει δε με αλλως σοι κεχρηματικεναι η ινα αναφανης δικαιος 9 η βραχιων σοι εστιν κατα του κυριου η φωνη κατ' αυτον βροντας 10 αναλαβε δη υψος και δυναμιν δοξαν δε και τιμην αμφιεσαι 11 αποστειλον δε αγγελους οργη παν δε υβριστην ταπεινωσον 12 υπερηφανον δε σβεσον σηψον δε ασεβεις παραχρημα
13 κρυψον δε εις γην εξω ομοθυμαδον τα δε προσωπα αυτων ατιμιας εμπλησον 14 ομολογησω αρα οτι δυναται η δεξια σου σωσαι 15 αλλα δη ιδου θηρια παρα σοι χορτον ισα βουσιν εσθιει 16 ιδου δη ισχυς αυτου επ' οσφυι η δε δυναμις επ' ομφαλου γαστρος 17 εστησεν ουραν ως κυπαρισσον τα δε νευρα αυτου συμπεπλεκται 18 αι πλευραι αυτου πλευραι χαλκειαι η δε ραχις αυτου σιδηρος χυτος 19 τουτ' εστιν αρχη πλασματος κυριου πεποιημενον εγκαταπαιζεσθαι υπο των αγγελων αυτου 20 επελθων δε επ' ορος ακροτομον εποιησεν χαρμονην τετραποσιν εν τω ταρταρω 21 υπο παντοδαπα δενδρα κοιμαται παρα παπυρον και καλαμον και βουτομον 22 σκιαζονται δε εν αυτω δενδρα μεγαλα συν ραδαμνοις και κλωνες αγνου 23 εαν γενηται πλημμυρα ου μη αισθηθη πεποιθεν οτι προσκρουσει ο ιορδανης εις το στομα αυτου 24 εν τω οφθαλμω αυτου δεξεται αυτον ενσκολιευομενος τρησει ρινα
25 αξεις δε δρακοντα εν αγκιστρω περιθησεις δε φορβεαν περι ρινα αυτου 26 ει δησεις κρικον εν τω μυκτηρι αυτου ψελιω δε τρυπησεις το χειλος αυτου 27 λαλησει δε σοι δεησει ικετηρια μαλακως 28 θησεται δε διαθηκην μετα σου λημψη δε αυτον δουλον αιωνιον 29 παιξη δε εν αυτω ωσπερ ορνεω η δησεις αυτον ωσπερ στρουθιον παιδιω 30 ενσιτουνται δε εν αυτω εθνη μεριτευονται δε αυτον φοινικων γενη 31 παν δε πλωτον συνελθον ου μη ενεγκωσιν βυρσαν μιαν ουρας αυτου και εν πλοιοις αλιεων κεφαλην αυτου 32 επιθησεις δε αυτω χειρα μνησθεις πολεμον τον γινομενον εν σωματι αυτου και μηκετι γινεσθω

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας