Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΣΤΙΝ γαρ αργυριω τοπος οθεν γινεται τοπος δε χρυσιω οθεν διηθειται 2 σιδηρος μεν γαρ εκ γης γινεται χαλκος δε ισα λιθω λατομειται 3 ταξιν εθετο σκοτει και παν περας αυτος εξακριβαζεται λιθος σκοτια και σκια θανατου 4 διακοπη χειμαρρου απο κονιας οι δε επιλανθανομενοι οδον δικαιαν ησθενησαν εκ βροτων 5 γη εξ αυτης εξελευσεται αρτος υποκατω αυτης εστραφη ωσει πυρ 6 τοπος σαπφειρου οι λιθοι αυτης και χωμα χρυσιον αυτω 7 τριβος ουκ εγνω αυτην πετεινον και ου παρεβλεψεν αυτην οφθαλμος γυπος 8 ουκ επατησαν αυτην υιοι αλαζονων ου παρηλθεν επ' αυτης λεων 9 εν ακροτομω εξετεινεν χειρα αυτου κατεστρεψεν δε εκ ριζων ορη 10 δινας δε ποταμων ερρηξεν παν δε εντιμον ειδεν μου ο οφθαλμος 11 βαθη δε ποταμων ανεκαλυψεν εδειξεν δε εαυτου δυναμιν εις φως 12 η δε σοφια ποθεν ευρεθη ποιος δε τοπος εστιν της επιστημης
13 ουκ οιδεν βροτος οδον αυτης ουδε μη ευρεθη εν ανθρωποις 14 αβυσσος ειπεν ουκ εστιν εν εμοι και θαλασσα ειπεν ουκ εστιν μετ' εμου 15 ου δωσει συγκλεισμον αντ' αυτης και ου σταθησεται αργυριον ανταλλαγμα αυτης

Loading...


16 και ου συμβασταχθησεται χρυσιω ωφιρ εν ονυχι τιμιω και σαπφειρω 17 ουκ ισωθησεται αυτη χρυσιον και υαλος και το αλλαγμα αυτης σκευη χρυσα 18 μετεωρα και γαβις ου μνησθησεται και ελκυσον σοφιαν υπερ τα εσωτατα 19 ουκ ισωθησεται αυτη τοπαζιον αιθιοπιας χρυσιω καθαρω ου συμβασταχθησεται 20 η δε σοφια ποθεν ευρεθη ποιος δε τοπος εστιν της συνεσεως 21 λεληθεν παντα ανθρωπον και απο πετεινων του ουρανου εκρυβη 22 η απωλεια και ο θανατος ειπαν ακηκοαμεν δε αυτης το κλεος 23 ο θεος ευ συνεστησεν αυτης την οδον αυτος δε οιδεν τον τοπον αυτης 24 αυτος γαρ την υπ' ουρανον πασαν εφορα ειδως τα εν τη γη παντα α εποιησεν 25 ανεμων σταθμον υδατος τε μετρα 26 οτε εποιησεν ουτως υετον ηριθμησεν και οδον εν τιναγματι φωνας 27 τοτε ειδεν αυτην και εξηγησατο αυτην ετοιμασας εξιχνιασεν 28 ειπεν δε ανθρωπω ιδου η θεοσεβεια εστιν σοφια το δε απεχεσθαι απο κακων εστιν επιστημη

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας