Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙ εγνως καιρον τοκετου τραγελαφων πετρας εφυλαξας δε ωδινας ελαφων 2 ηριθμησας δε αυτων μηνας πληρεις τοκετου ωδινας δε αυτων ελυσας 3 εξεθρεψας δε αυτων τα παιδια εξω φοβου ωδινας αυτων εξαποστελεις 4 απορρηξουσιν τα τεκνα αυτων πληθυνθησονται εν γενηματι εξελευσονται και ου μη ανακαμψουσιν αυτοις 5 τις δε εστιν ο αφεις ονον αγριον ελευθερον δεσμους δε αυτου τις ελυσεν 6 εθεμην δε την διαιταν αυτου ερημον και τα σκηνωματα αυτου αλμυριδα 7 καταγελων πολυοχλιας πολεως μεμψιν δε φορολογου ουκ ακουων 8 κατασκεψεται ορη νομην αυτου και οπισω παντος χλωρου ζητει 9 βουλησεται δε σοι μονοκερως δουλευσαι η κοιμηθηναι επι φατνης σου 10 δησεις δε εν ιμασι ζυγον αυτου η ελκυσει σου αυλακας εν πεδιω 11 πεποιθας δε επ' αυτω οτι πολλη η ισχυς αυτου επαφησεις δε αυτω τα εργα σου 12 πιστευσεις δε οτι αποδωσει σοι τον σπορον εισοισει δε σου τον αλωνα
13 πτερυξ τερπομενων νεελασα εαν συλλαβη ασιδα και νεσσα 14 οτι αφησει εις γην τα ωα αυτης και επι χουν θαλψει 15 και επελαθετο οτι πους σκορπιει και θηρια αγρου καταπατησει 16 απεσκληρυνεν τα τεκνα αυτης ωστε μη εαυτη εις κενον εκοπιασεν ανευ φοβου 17 οτι κατεσιωπησεν αυτη ο θεος σοφιαν και ουκ εμερισεν αυτη εν τη συνεσει 18 κατα καιρον εν υψει υψωσει καταγελασεται ιππου και του επιβατου αυτου 19 η συ περιεθηκας ιππω δυναμιν ενεδυσας δε τραχηλω αυτου φοβον 20 περιεθηκας δε αυτω πανοπλιαν δοξαν δε στηθεων αυτου τολμη 21 ανορυσσων εν πεδιω γαυρια εκπορευεται δε εις πεδιον εν ισχυι 22 συναντων βελει καταγελα και ου μη αποστραφη απο σιδηρου 23 επ' αυτω γαυρια τοξον και μαχαιρα 24 και οργη αφανιει την γην και ου μη πιστευση εως αν σημανη σαλπιγξ 25 σαλπιγγος δε σημαινουσης λεγει ευγε πορρωθεν δε οσφραινεται πολεμου συν αλματι και κραυγη 26 εκ δε της σης επιστημης εστηκεν ιεραξ αναπετασας τας πτερυγας ακινητος καθορων τα προς νοτον 27 επι δε σω προσταγματι υψουται αετος γυψ δε επι νοσσιας αυτου καθεσθεις αυλιζεται 28 επ' εξοχη πετρας και αποκρυφω 29 εκεισε ων ζητει τα σιτα πορρωθεν οι οφθαλμοι αυτου σκοπευουσιν 30 νεοσσοι δε αυτου φυρονται εν αιματι ου δ' αν ωσι τεθνεωτες παραχρημα ευρισκονται

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας