Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΥΠΟΛΑΒΩΝ δε ιωβ λεγει 2 ακουσατε ακουσατε μου των λογων ινα μη η μοι παρ' υμων αυτη η παρακλησις 3 αρατε με εγω δε λαλησω ειτ' ου καταγελασετε μου 4 τι γαρ μη ανθρωπου μου η ελεγξις η δια τι ου θυμωθησομαι 5 εισβλεψαντες εις εμε θαυμασατε χειρα θεντες επι σιαγονι 6 εαν τε γαρ μνησθω εσπουδακα εχουσιν δε μου τας σαρκας οδυναι 7 δια τι ασεβεις ζωσιν πεπαλαιωνται δε και εν πλουτω

Loading...


8 ο σπορος αυτων κατα ψυχην τα δε τεκνα αυτων εν οφθαλμοις 9 οι οικοι αυτων ευθηνουσιν φοβος δε ουδαμου μαστιξ δε παρα κυριου ουκ εστιν επ' αυτοις 10 η βους αυτων ουκ ωμοτοκησεν διεσωθη δε αυτων εν γαστρι εχουσα και ουκ εσφαλεν 11 μενουσιν δε ως προβατα αιωνια τα δε παιδια αυτων προσπαιζουσιν 12 αναλαβοντες ψαλτηριον και κιθαραν και ευφραινονται φωνη ψαλμου
13 συνετελεσαν δε εν αγαθοις τον βιον αυτων εν δε αναπαυσει αδου εκοιμηθησαν 14 λεγει δε κυριω αποστα απ' εμου οδους σου ειδεναι ου βουλομαι 15 τι ικανος οτι δουλευσομεν αυτω και τις ωφελεια οτι απαντησομεν αυτω

Loading...


16 εν χερσιν γαρ ην αυτων τα αγαθα εργα δε ασεβων ουκ εφορα 17 ου μην δε αλλα και ασεβων λυχνος σβεσθησεται επελευσεται δε αυτοις η καταστροφη ωδινες δε αυτους εξουσιν απο οργης 18 εσονται δε ωσπερ αχυρα προ ανεμου η ωσπερ κονιορτος ον υφειλατο λαιλαψ 19 εκλιποι υιους τα υπαρχοντα αυτου ανταποδωσει προς αυτον και γνωσεται 20 ιδοισαν οι οφθαλμοι αυτου την εαυτου σφαγην απο δε κυριου μη διασωθειη 21 οτι τι θελημα αυτου εν οικω αυτου μετ' αυτον και αριθμοι μηνων αυτου διηρεθησαν 22 ποτερον ουχι ο κυριος εστιν ο διδασκων συνεσιν και επιστημην αυτος δε φονους διακρινει 23 ουτος αποθανειται εν κρατει απλοσυνης αυτου ολος δε ευπαθων και ευθηνων 24 τα δε εγκατα αυτου πληρη στεατος μυελος δε αυτου διαχειται
25 ο δε τελευτα υπο πικριας ψυχης ου φαγων ουδεν αγαθον 26 ομοθυμαδον δε επι γης κοιμωνται σαπρια δε αυτους εκαλυψεν 27 ωστε οιδα υμας οτι τολμη επικεισθε μοι 28 οτι ερειτε που εστιν οικος αρχοντος και που εστιν η σκεπη των σκηνωματων των ασεβων 29 ερωτησατε παραπορευομενους οδον και τα σημεια αυτων ουκ απαλλοτριωσετε 30 οτι εις ημεραν απωλειας κουφιζεται ο πονηρος εις ημεραν οργης αυτου απαχθησονται 31 τις απαγγελει επι προσωπου αυτου την οδον αυτου και αυτος εποιησεν τις ανταποδωσει αυτω 32 και αυτος εις ταφους απηνεχθη και επι σορω ηγρυπνησεν 33 εγλυκανθησαν αυτω χαλικες χειμαρρου και οπισω αυτου πας ανθρωπος απελευσεται και εμπροσθεν αυτου αναριθμητοι 34 πως δε παρακαλειτε με κενα το δε εμε καταπαυσασθαι αφ' υμων ουδεν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας