Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ συ υιε ανθρωπου λαβε σεαυτω πλινθον και θησεις αυτην προ προσωπου σου και διαγραψεις επ' αυτην πολιν την ιερουσαλημ 2 και δωσεις επ' αυτην περιοχην και οικοδομησεις επ' αυτην προμαχωνας και περιβαλεις επ' αυτην χαρακα και δωσεις επ' αυτην παρεμβολας και ταξεις τας βελοστασεις κυκλω 3 και συ λαβε σεαυτω τηγανον σιδηρουν και θησεις αυτο τοιχον σιδηρουν ανα μεσον σου και ανα μεσον της πολεως και ετοιμασεις το προσωπον σου επ' αυτην και εσται εν συγκλεισμω και συγκλεισεις αυτην σημειον εστιν τουτο τοις υιοις ισραηλ 4 και συ κοιμηθηση επι το πλευρον σου το αριστερον και θησεις τας αδικιας του οικου ισραηλ επ' αυτου κατα αριθμον των ημερων πεντηκοντα και εκατον ας κοιμηθηση επ' αυτου και λημψη τας αδικιας αυτων 5 και εγω δεδωκα σοι τας δυο αδικιας αυτων εις αριθμον ημερων ενενηκοντα και εκατον ημερας και λημψη τας αδικιας του οικου ισραηλ 6 και συντελεσεις ταυτα παντα και κοιμηθηση επι το πλευρον σου το δεξιον και λημψη τας αδικιας του οικου ιουδα τεσσαρακοντα ημερας ημεραν εις ενιαυτον τεθεικα σοι

Loading...


7 και εις τον συγκλεισμον ιερουσαλημ ετοιμασεις το προσωπον σου και τον βραχιονα σου στερεωσεις και προφητευσεις επ' αυτην 8 και εγω ιδου δεδωκα επι σε δεσμους και μη στραφης απο του πλευρου σου επι το πλευρον σου εως ου συντελεσθωσιν αι ημεραι του συγκλεισμου σου 9 και συ λαβε σεαυτω πυρους και κριθας και κυαμον και φακον και κεγχρον και ολυραν και εμβαλεις αυτα εις αγγος εν οστρακινον και ποιησεις αυτα σαυτω εις αρτους και κατ' αριθμον των ημερων ας συ καθευδεις επι του πλευρου σου ενενηκοντα και εκατον ημερας φαγεσαι αυτα 10 και το βρωμα σου ο φαγεσαι εν σταθμω εικοσι σικλους την ημεραν απο καιρου εως καιρου φαγεσαι αυτα 11 και υδωρ εν μετρω πιεσαι το εκτον του ιν απο καιρου εως καιρου πιεσαι 12 και εγκρυφιαν κριθινον φαγεσαι αυτα εν βολβιτοις κοπρου ανθρωπινης εγκρυψεις αυτα κατ' οφθαλμους αυτων 13 και ερεις ταδε λεγει κυριος ο θεος του ισραηλ ουτως φαγονται οι υιοι ισραηλ ακαθαρτα εν τοις εθνεσιν

Loading...


14 και ειπα μηδαμως κυριε θεε του ισραηλ ιδου η ψυχη μου ου μεμιανται εν ακαθαρσια και θνησιμαιον και θηριαλωτον ου βεβρωκα απο γενεσεως μου εως του νυν ουδε εισεληλυθεν εις το στομα μου παν κρεας εωλον 15 και ειπεν προς με ιδου δεδωκα σοι βολβιτα βοων αντι των βολβιτων των ανθρωπινων και ποιησεις τους αρτους σου επ' αυτων 16 και ειπεν προς με υιε ανθρωπου ιδου εγω συντριβω στηριγμα αρτου εν ιερουσαλημ και φαγονται αρτον εν σταθμω και εν ενδεια και υδωρ εν μετρω και εν αφανισμω πιονται

Loading...


17 οπως ενδεεις γενωνται αρτου και υδατος και αφανισθησεται ανθρωπος και αδελφος αυτου και τακησονται εν ταις αδικιαις αυτων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας