Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο λογος κυριου προς με λεγων 2 υιε ανθρωπου προφητευσον και ειπον ταδε λεγει κυριος ω ω η ημερα 3 οτι εγγυς η ημερα του κυριου ημερα περας εθνων εσται 4 και ηξει μαχαιρα επ' αιγυπτιους και εσται ταραχη εν τη αιθιοπια και πεσουνται τετραυματισμενοι εν αιγυπτω και συμπεσειται αυτης τα θεμελια 5 περσαι και κρητες και λυδοι και λιβυες και παντες οι επιμικτοι και των υιων της διαθηκης μου μαχαιρα πεσουνται εν αυτη 6 και πεσουνται τα αντιστηριγματα αιγυπτου και καταβησεται η υβρις της ισχυος αυτης απο μαγδωλου εως συηνης μαχαιρα πεσουνται εν αυτη λεγει κυριος 7 και ερημωθησεται εν μεσω χωρων ηρημωμενων και αι πολεις αυτων εν μεσω πολεων ηρημωμενων εσονται 8 και γνωσονται οτι εγω ειμι κυριος οταν δω πυρ επ' αιγυπτον και συντριβωσι παντες οι βοηθουντες αυτη 9 εν τη ημερα εκεινη εξελευσονται αγγελοι σπευδοντες αφανισαι την αιθιοπιαν και εσται ταραχη εν αυτοις εν τη ημερα αιγυπτου οτι ιδου ηκει 10 ταδε λεγει κυριος κυριος και απολω πληθος αιγυπτιων δια χειρος ναβουχοδονοσορ βασιλεως βαβυλωνος 11 αυτου και του λαου αυτου λοιμοι απο εθνων απεσταλμενοι απολεσαι την γην και εκκενωσουσιν παντες τας μαχαιρας αυτων επ' αιγυπτον και πλησθησεται η γη τραυματιων 12 και δωσω τους ποταμους αυτων ερημους και απολω την γην και το πληρωμα αυτης εν χερσιν αλλοτριων εγω κυριος λελαληκα
13 οτι ταδε λεγει κυριος κυριος και απολω μεγιστανας απο μεμφεως και αρχοντας εκ γης αιγυπτου και ουκ εσονται ετι

Loading...


14 και απολω γην παθουρης και δωσω πυρ επι τανιν και ποιησω εκδικησιν εν διοσπολει 15 και εκχεω τον θυμον μου επι σαιν την ισχυν αιγυπτου και απολω το πληθος μεμφεως 16 και δωσω πυρ επ' αιγυπτον και ταραχην ταραχθησεται συηνη και εν διοσπολει εσται εκρηγμα και διαχυθησεται υδατα 17 νεανισκοι ηλιου πολεως και βουβαστου εν μαχαιρα πεσουνται και αι γυναικες εν αιχμαλωσια πορευσονται 18 και εν ταφνας συσκοτασει η ημερα εν τω συντριψαι με εκει τα σκηπτρα αιγυπτου και απολειται εκει η υβρις της ισχυος αυτης και αυτην νεφελη καλυψει και αι θυγατερες αυτης αιχμαλωτοι αχθησονται 19 και ποιησω κριμα εν αιγυπτω και γνωσονται οτι εγω ειμι κυριος 20 και εγενετο εν τω ενδεκατω ετει εν τω πρωτω μηνι εβδομη του μηνος εγενετο λογος κυριου προς με λεγων 21 υιε ανθρωπου τους βραχιονας φαραω βασιλεως αιγυπτου συνετριψα και ιδου ου κατεδεθη του δοθηναι ιασιν του δοθηναι επ' αυτον μαλαγμα του δοθηναι ισχυν επιλαβεσθαι μαχαιρας 22 δια τουτο ταδε λεγει κυριος κυριος ιδου εγω επι φαραω βασιλεα αιγυπτου και συντριψω τους βραχιονας αυτου τους ισχυρους και τους τεταμενους και καταβαλω την μαχαιραν αυτου εκ της χειρος αυτου 23 και διασπερω αιγυπτον εις τα εθνη και λικμησω αυτους εις τας χωρας 24 και κατισχυσω τους βραχιονας βασιλεως βαβυλωνος και δωσω την ρομφαιαν μου εις την χειρα αυτου και επαξει αυτην επ' αιγυπτον και προνομευσει την προνομην αυτης και σκυλευσει τα σκυλα αυτης 25 και ενισχυσω τους βραχιονας βασιλεως βαβυλωνος οι δε βραχιονες φαραω πεσουνται και γνωσονται οτι εγω ειμι κυριος εν τω δουναι την ρομφαιαν μου εις χειρας βασιλεως βαβυλωνος και εκτενει αυτην επι γην αιγυπτου 26 και διασπερω αιγυπτον εις τα εθνη και λικμησω αυτους εις τας χωρας και γνωσονται παντες οτι εγω ειμι κυριος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας