Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ειδον και ιδου επανω του στερεωματος του υπερ κεφαλης των χερουβιν ως λιθος σαπφειρου ομοιωμα θρονου επ' αυτων 2 και ειπεν προς τον ανδρα τον ενδεδυκοτα την στολην εισελθε εις το μεσον των τροχων των υποκατω των χερουβιν και πλησον τας δρακας σου ανθρακων πυρος εκ μεσου των χερουβιν και διασκορπισον επι την πολιν και εισηλθεν ενωπιον μου 3 και τα χερουβιν ειστηκει εκ δεξιων του οικου εν τω εισπορευεσθαι τον ανδρα και η νεφελη επλησεν την αυλην την εσωτεραν 4 και απηρεν η δοξα κυριου απο των χερουβιν εις το αιθριον του οικου και επλησεν τον οικον η νεφελη και η αυλη επλησθη του φεγγους της δοξης κυριου 5 και φωνη των πτερυγων των χερουβιν ηκουετο εως της αυλης της εξωτερας ως φωνη θεου σαδδαι λαλουντος 6 και εγενετο εν τω εντελλεσθαι αυτον τω ανδρι τω ενδεδυκοτι την στολην την αγιαν λεγων λαβε πυρ εκ μεσου των τροχων εκ μεσου των χερουβιν και εισηλθεν και εστη εχομενος των τροχων 7 και εξετεινεν την χειρα αυτου εις μεσον του πυρος του οντος εν μεσω των χερουβιν και ελαβεν και εδωκεν εις τας χειρας του ενδεδυκοτος την στολην την αγιαν και ελαβεν και εξηλθεν 8 και ειδον τα χερουβιν ομοιωμα χειρων ανθρωπων υποκατωθεν των πτερυγων αυτων 9 και ειδον και ιδου τροχοι τεσσαρες ειστηκεισαν εχομενοι των χερουβιν τροχος εις εχομενος χερουβ ενος και η οψις των τροχων ως οψις λιθου ανθρακος 10 και η οψις αυτων ομοιωμα εν τοις τεσσαρσιν ον τροπον οταν η τροχος εν μεσω τροχου 11 εν τω πορευεσθαι αυτα εις τα τεσσαρα μερη αυτων επορευοντο ουκ επεστρεφον εν τω πορευεσθαι αυτα οτι εις ον αν τοπον επεβλεψεν η αρχη η μια επορευοντο και ουκ επεστρεφον εν τω πορευεσθαι αυτα 12 και οι νωτοι αυτων και αι χειρες αυτων και αι πτερυγες αυτων και οι τροχοι πληρεις οφθαλμων κυκλοθεν τοις τεσσαρσιν τροχοις αυτων

Loading...


13 τοις δε τροχοις τουτοις επεκληθη γελγελ ακουοντος μου 15 και ηραν τα χερουβιν τουτο το ζωον ο ειδον επι του ποταμου του χοβαρ 16 και εν τω πορευεσθαι τα χερουβιν επορευοντο οι τροχοι και ουτοι εχομενοι αυτων και εν τω εξαιρειν τα χερουβιν τας πτερυγας αυτων του μετεωριζεσθαι απο της γης ουκ επεστρεφον οι τροχοι αυτων 17 εν τω εσταναι αυτα ειστηκεισαν και εν τω μετεωριζεσθαι αυτα εμετεωριζοντο μετ' αυτων διοτι πνευμα ζωης εν αυτοις ην 18 και εξηλθεν δοξα κυριου απο του οικου και επεβη επι τα χερουβιν 19 και ανελαβον τα χερουβιν τας πτερυγας αυτων και εμετεωρισθησαν απο της γης ενωπιον εμου εν τω εξελθειν αυτα και οι τροχοι εχομενοι αυτων και εστησαν επι τα προθυρα της πυλης οικου κυριου της απεναντι και δοξα θεου ισραηλ ην επ' αυτων υπερανω 20 τουτο το ζωον εστιν ο ειδον υποκατω θεου ισραηλ επι του ποταμου του χοβαρ και εγνων οτι χερουβιν εστιν

Loading...


21 τεσσαρα προσωπα τω ενι και οκτω πτερυγες τω ενι και ομοιωμα χειρων ανθρωπου υποκατωθεν των πτερυγων αυτων 22 και ομοιωσις των προσωπων αυτων ταυτα τα προσωπα εστιν α ειδον υποκατω της δοξης θεου ισραηλ επι του ποταμου του χοβαρ και αυτα εκαστον κατα προσωπον αυτων επορευοντο

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας