Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο λογος κυριου προς με λεγων 2 υιε ανθρωπου επιστρεψον το προσωπον σου επ' ορος σηιρ και προφητευσον επ' αυτο 3 και ειπον ταδε λεγει κυριος κυριος ιδου εγω επι σε ορος σηιρ και εκτενω την χειρα μου επι σε και δωσω σε ερημον και ερημωθηση 4 και ταις πολεσιν σου ερημιαν ποιησω και συ ερημος εση και γνωση οτι εγω ειμι κυριος 5 αντι του γενεσθαι σε εχθραν αιωνιαν και ενεκαθισας τω οικω ισραηλ δολω εν χειρι εχθρων μαχαιρα εν καιρω αδικιας επ' εσχατω 6 δια τουτο ζω εγω λεγει κυριος κυριος ει μην εις αιμα ημαρτες και αιμα σε διωξεται 7 και δωσω το ορος σηιρ εις ερημον και ηρημωμενον και απολω απ' αυτου ανθρωπους και κτηνη 8 και εμπλησω των τραυματιων σου τους βουνους και τας φαραγγας σου και εν πασι τοις πεδιοις σου τετραυματισμενοι μαχαιρα πεσουνται εν σοι 9 ερημιαν αιωνιον θησομαι σε και αι πολεις σου ου μη κατοικηθωσιν ετι και γνωση οτι εγω ειμι κυριος 10 δια το ειπειν σε τα δυο εθνη και αι δυο χωραι εμαι εσονται και κληρονομησω αυτας και κυριος εκει εστιν 11 δια τουτο ζω εγω λεγει κυριος και ποιησω σοι κατα την εχθραν σου και γνωσθησομαι σοι ηνικα αν κρινω σε 12 και γνωση οτι εγω ειμι κυριος ηκουσα της φωνης των βλασφημιων σου οτι ειπας τα ορη ισραηλ ερημα ημιν δεδοται εις καταβρωμα 13 και εμεγαλορημονησας επ' εμε τω στοματι σου εγω ηκουσα 14 ταδε λεγει κυριος εν τη ευφροσυνη πασης της γης ερημον ποιησω σε 15 ερημον εση ορος σηιρ και πασα η ιδουμαια εξαναλωθησεται και γνωση οτι εγω ειμι κυριος ο θεος αυτων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας