Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εξηγαγεν με εις την αυλην την εξωτεραν κατα ανατολας κατεναντι της πυλης της προς βορραν και εισηγαγεν με και ιδου εξεδραι πεντε εχομεναι του απολοιπου και εχομεναι του διοριζοντος προς βορραν 2 επι πηχεις εκατον μηκος προς βορραν και το πλατος πεντηκοντα πηχεων 3 διαγεγραμμεναι ον τροπον αι πυλαι της αυλης της εσωτερας και ον τροπον τα περιστυλα της αυλης της εξωτερας εστιχισμεναι αντιπροσωποι στοαι τρισσαι 4 και κατεναντι των εξεδρων περιπατος πηχων δεκα το πλατος επι πηχεις εκατον το μηκος και τα θυρωματα αυτων προς βορραν 5 και οι περιπατοι οι υπερωοι ωσαυτως οτι εξειχετο το περιστυλον εξ αυτου εκ του υποκατωθεν περιστυλου και το διαστημα ουτως περιστυλον και διαστημα και ουτως στοαι 6 διοτι τριπλαι ησαν και στυλους ουκ ειχον καθως οι στυλοι των εξωτερων δια τουτο εξειχοντο των υποκατωθεν και των μεσων απο της γης 7 και φως εξωθεν ον τροπον αι εξεδραι της αυλης της εξωτερας αι βλεπουσαι απεναντι των εξεδρων των προς βορραν μηκος πηχεων πεντηκοντα 8 οτι το μηκος των εξεδρων των βλεπουσων εις την αυλην την εξωτεραν πηχων πεντηκοντα και αυται εισιν αντιπροσωποι ταυταις το παν πηχων εκατον 9 και αι θυραι των εξεδρων τουτων της εισοδου της προς ανατολας του εισπορευεσθαι δι' αυτων εκ της αυλης της εξωτερας 10 κατα το φως του εν αρχη περιπατου και τα προς νοτον κατα προσωπον του νοτου κατα προσωπον του απολοιπου και κατα προσωπον του διοριζοντος εξεδραι 11 και ο περιπατος κατα προσωπον αυτων κατα τα μετρα των εξεδρων των προς βορραν και κατα το μηκος αυτων και κατα το ευρος αυτων και κατα πασας τας εξοδους αυτων και κατα πασας τας επιστροφας αυτων και κατα τα φωτα αυτων και κατα τα θυρωματα αυτων 12 των εξεδρων των προς νοτον και κατα τα θυρωματα απ' αρχης του περιπατου ως επι φως διαστηματος καλαμου και κατ' ανατολας του εισπορευεσθαι δι' αυτων
13 και ειπεν προς με αι εξεδραι αι προς βορραν και αι εξεδραι αι προς νοτον αι ουσαι κατα προσωπον των διαστηματων αυται εισιν αι εξεδραι του αγιου εν αις φαγονται εκει οι ιερεις υιοι σαδδουκ οι εγγιζοντες προς κυριον τα αγια των αγιων και εκει θησουσιν τα αγια των αγιων και την θυσιαν και τα περι αμαρτιας και τα περι αγνοιας διοτι ο τοπος αγιος 14 ουκ εισελευσονται εκει παρεξ των ιερεων ουκ εξελευσονται εκ του αγιου εις την αυλην την εξωτεραν οπως δια παντος αγιοι ωσιν οι προσαγοντες και μη απτωνται του στολισμου αυτων εν οις λειτουργουσιν εν αυτοις διοτι αγια εστιν και ενδυσονται ιματια ετερα οταν απτωνται του λαου 15 και συνετελεσθη η διαμετρησις του οικου εσωθεν και εξηγαγεν με καθ' οδον της πυλης της βλεπουσης προς ανατολας και διεμετρησεν το υποδειγμα του οικου κυκλοθεν εν διαταξει 16 και εστη κατα νωτου της πυλης της βλεπουσης κατα ανατολας και διεμετρησεν πεντακοσιους εν τω καλαμω του μετρου 17 και επεστρεψεν προς βορραν και διεμετρησεν το κατα προσωπον του βορρα πηχεις πεντακοσιους εν τω καλαμω του μετρου 18 και επεστρεψεν προς θαλασσαν και διεμετρησεν το κατα προσωπον της θαλασσης πεντακοσιους εν τω καλαμω του μετρου 19 και επεστρεψεν προς νοτον και διεμετρησεν κατεναντι του νοτου πεντακοσιους εν τω καλαμω του μετρου 20 τα τεσσαρα μερη του αυτου καλαμου και διεταξεν αυτον και περιβολον αυτων κυκλω πεντακοσιων προς ανατολας και πεντακοσιων πηχων ευρος του διαστελλειν ανα μεσον των αγιων και ανα μεσον του προτειχισματος του εν διαταξει του οικου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας