Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο λογος κυριου προς με λεγων 2 και συ υιε ανθρωπου ειπον ταδε λεγει κυριος τη γη του ισραηλ περας ηκει το περας ηκει επι τας τεσσαρας πτερυγας της γης 3 ηκει το περας 4 επι σε τον κατοικουντα την γην ηκει ο καιρος ηγγικεν η ημερα ου μετα θορυβων ουδε μετα ωδινων 5 νυν εγγυθεν εκχεω την οργην μου επι σε και συντελεσω τον θυμον μου εν σοι και κρινω σε εν ταις οδοις σου και δωσω επι σε παντα τα βδελυγματα σου 6 ου φεισεται ο οφθαλμος μου ουδε μη ελεησω διοτι τας οδους σου επι σε δωσω και τα βδελυγματα σου εν μεσω σου εσονται και επιγνωση διοτι εγω ειμι κυριος ο τυπτων 7 νυν το περας προς σε και αποστελω εγω επι σε και εκδικησω σε εν ταις οδοις σου και δωσω επι σε παντα τα βδελυγματα σου 8 ου φεισεται ο οφθαλμος μου επι σε ουδε μη ελεησω διοτι την οδον σου επι σε δωσω και τα βδελυγματα σου εν μεσω σου εσται και επιγνωση διοτι εγω κυριος 9 διοτι ταδε λεγει κυριος 10 ιδου το περας ηκει ιδου ημερα κυριου ει και η ραβδος ηνθηκεν η υβρις εξανεστηκεν 11 και συντριψει στηριγμα ανομου και ου μετα θορυβου ουδε μετα σπουδης 12 ηκει ο καιρος ιδου η ημερα ο κτωμενος μη χαιρετω και ο πωλων μη θρηνειτω
13 διοτι ο κτωμενος προς τον πωλουντα ουκετι μη επιστρεψη και ανθρωπος εν οφθαλμω ζωης αυτου ου κρατησει 14 σαλπισατε εν σαλπιγγι και κρινατε τα συμπαντα 15 ο πολεμος εν ρομφαια εξωθεν και ο λιμος και ο θανατος εσωθεν ο εν τω πεδιω εν ρομφαια τελευτησει τους δε εν τη πολει λιμος και θανατος συντελεσει 16 και ανασωθησονται οι ανασωζομενοι εξ αυτων και εσονται επι των ορεων παντας αποκτενω εκαστον εν ταις αδικιαις αυτου 17 πασαι χειρες εκλυθησονται και παντες μηροι μολυνθησονται υγρασια 18 και περιζωσονται σακκους και καλυψει αυτους θαμβος και επι παν προσωπον αισχυνη επ' αυτους και επι πασαν κεφαλην φαλακρωμα

Loading...


19 το αργυριον αυτων ριφησεται εν ταις πλατειαις και το χρυσιον αυτων υπεροφθησεται αι ψυχαι αυτων ου μη εμπλησθωσιν και αι κοιλιαι αυτων ου μη πληρωθωσιν διοτι βασανος των αδικιων αυτων εγενετο

Loading...


20 εκλεκτα κοσμου εις υπερηφανιαν εθεντο αυτα και εικονας των βδελυγματων αυτων εποιησαν εξ αυτων ενεκεν τουτου δεδωκα αυτα αυτοις εις ακαθαρσιαν 21 και παραδωσω αυτα εις χειρας αλλοτριων του διαρπασαι αυτα και τοις λοιμοις της γης εις σκυλα και βεβηλωσουσιν αυτα 22 και αποστρεψω το προσωπον μου απ' αυτων και μιανουσιν την επισκοπην μου και εισελευσονται εις αυτα αφυλακτως και βεβηλωσουσιν αυτα 23 και ποιησουσι φυρμον διοτι η γη πληρης λαων και η πολις πληρης ανομιας 24 και αποστρεψω το φρυαγμα της ισχυος αυτων και μιανθησεται τα αγια αυτων 25 εξιλασμος ηξει και ζητησει ειρηνην και ουκ εσται 26 ουαι επι ουαι εσται και αγγελια επ' αγγελιαν εσται και ζητηθησεται ορασις εκ προφητου και νομος απολειται εξ ιερεως και βουλη εκ πρεσβυτερων 27 αρχων ενδυσεται αφανισμον και αι χειρες του λαου της γης παραλυθησονται κατα τας οδους αυτων ποιησω αυτοις και εν τοις κριμασιν αυτων εκδικησω αυτους και γνωσονται οτι εγω κυριος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας