Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο λογος κυριου προς με λεγων 2 υιε ανθρωπου προφητευσον επι τους προφητας του ισραηλ και προφητευσεις και ερεις προς αυτους ακουσατε λογον κυριου 3 ταδε λεγει κυριος ουαι τοις προφητευουσιν απο καρδιας αυτων και το καθολου μη βλεπουσιν

Loading...


4 οι προφηται σου ισραηλ ως αλωπεκες εν ταις ερημοις 5 ουκ εστησαν εν στερεωματι και συνηγαγον ποιμνια επι τον οικον του ισραηλ ουκ ανεστησαν οι λεγοντες εν ημερα κυριου 6 βλεποντες ψευδη μαντευομενοι ματαια οι λεγοντες λεγει κυριος και κυριος ουκ απεσταλκεν αυτους και ηρξαντο του αναστησαι λογον 7 ουχ ορασιν ψευδη εωρακατε και μαντειας ματαιας ειρηκατε 8 δια τουτο ειπον ταδε λεγει κυριος ανθ' ων οι λογοι υμων ψευδεις και αι μαντειαι υμων ματαιαι δια τουτο ιδου εγω εφ' υμας λεγει κυριος 9 και εκτενω την χειρα μου επι τους προφητας τους ορωντας ψευδη και τους αποφθεγγομενους ματαια εν παιδεια του λαου μου ουκ εσονται ουδε εν γραφη οικου ισραηλ ου γραφησονται και εις την γην του ισραηλ ουκ εισελευσονται και γνωσονται διοτι εγω κυριος 10 ανθ' ων τον λαον μου επλανησαν λεγοντες ειρηνη ειρηνη και ουκ ην ειρηνη και ουτος οικοδομει τοιχον και αυτοι αλειφουσιν αυτον ει πεσειται 11 ειπον προς τους αλειφοντας πεσειται και εσται υετος κατακλυζων και δωσω λιθους πετροβολους εις τους ενδεσμους αυτων και πεσουνται και πνευμα εξαιρον και ραγησεται 12 και ιδου πεπτωκεν ο τοιχος και ουκ ερουσιν προς υμας που εστιν η αλοιφη υμων ην ηλειψατε
13 δια τουτο ταδε λεγει κυριος και ρηξω πνοην εξαιρουσαν μετα θυμου και υετος κατακλυζων εν οργη μου εσται και τους λιθους τους πετροβολους εν θυμω επαξω εις συντελειαν 14 και κατασκαψω τον τοιχον ον ηλειψατε και πεσειται και θησω αυτον επι την γην και αποκαλυφθησεται τα θεμελια αυτου και πεσειται και συντελεσθησεσθε μετ' ελεγχων και επιγνωσεσθε διοτι εγω κυριος 15 και συντελεσω τον θυμον μου επι τον τοιχον και επι τους αλειφοντας αυτον και πεσειται και ειπα προς υμας ουκ εστιν ο τοιχος ουδε οι αλειφοντες αυτον 16 προφηται του ισραηλ οι προφητευοντες επι ιερουσαλημ και οι ορωντες αυτη ειρηνην και ειρηνη ουκ εστιν λεγει κυριος 17 και συ υιε ανθρωπου στηρισον το προσωπον σου επι τας θυγατερας του λαου σου τας προφητευουσας απο καρδιας αυτων και προφητευσον επ' αυτας 18 και ερεις ταδε λεγει κυριος ουαι ταις συρραπτουσαις προσκεφαλαια επι παντα αγκωνα χειρος και ποιουσαις επιβολαια επι πασαν κεφαλην πασης ηλικιας του διαστρεφειν ψυχας αι ψυχαι διεστραφησαν του λαου μου και ψυχας περιεποιουντο

Loading...


19 και εβεβηλουν με προς τον λαον μου ενεκεν δρακος κριθων και ενεκεν κλασματων αρτου του αποκτειναι ψυχας ας ουκ εδει αποθανειν και του περιποιησασθαι ψυχας ας ουκ εδει ζησαι εν τω αποφθεγγεσθαι υμας λαω εισακουοντι ματαια αποφθεγματα 20 δια τουτο ταδε λεγει κυριος κυριος ιδου εγω επι τα προσκεφαλαια υμων εφ' α υμεις συστρεφετε εκει ψυχας και διαρρηξω αυτα απο των βραχιονων υμων και εξαποστελω τας ψυχας ας υμεις εκστρεφετε τας ψυχας αυτων εις διασκορπισμον 21 και διαρρηξω τα επιβολαια υμων και ρυσομαι τον λαον μου εκ χειρος υμων και ουκετι εσονται εν χερσιν υμων εις συστροφην και επιγνωσεσθε διοτι εγω κυριος 22 ανθ' ων διεστρεφετε καρδιαν δικαιου αδικως και εγω ου διεστρεφον αυτον και του κατισχυσαι χειρας ανομου το καθολου μη αποστρεψαι απο της οδου αυτου της πονηρας και ζησαι αυτον 23 δια τουτο ψευδη ου μη ιδητε και μαντειας ου μη μαντευσησθε ετι και ρυσομαι τον λαον μου εκ χειρος υμων και γνωσεσθε οτι εγω κυριος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας