Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο λογος κυριου προς με λεγων 2 υιε ανθρωπου λαβε επι σορ θρηνον 3 και ερεις τη σορ τη κατοικουση επι της εισοδου της θαλασσης τω εμποριω των λαων απο νησων πολλων ταδε λεγει κυριος τη σορ συ ειπας εγω περιεθηκα εμαυτη καλλος μου 4 εν καρδια θαλασσης τω βεελιμ υιοι σου περιεθηκαν σοι καλλος 5 κεδρος εκ σανιρ ωκοδομηθη σοι ταινιαι σανιδων κυπαρισσου εκ του λιβανου ελημφθησαν του ποιησαι σοι ιστους ελατινους 6 εκ της βασανιτιδος εποιησαν τας κωπας σου τα ιερα σου εποιησαν εξ ελεφαντος οικους αλσωδεις απο νησων των χεττιιν 7 βυσσος μετα ποικιλιας εξ αιγυπτου εγενετο σοι στρωμνη του περιθειναι σοι δοξαν και περιβαλειν σε υακινθον και πορφυραν εκ των νησων ελισαι και εγενετο περιβολαια σου 8 και οι αρχοντες σου οι κατοικουντες σιδωνα και αραδιοι εγενοντο κωπηλαται σου οι σοφοι σου σορ οι ησαν εν σοι ουτοι κυβερνηται σου 9 οι πρεσβυτεροι βυβλιων και οι σοφοι αυτων ησαν εν σοι ουτοι ενισχυον την βουλην σου και παντα τα πλοια της θαλασσης και οι κωπηλαται αυτων εγενοντο σοι επι δυσμας δυσμων 10 περσαι και λυδοι και λιβυες ησαν εν τη δυναμει σου ανδρες πολεμισται σου πελτας και περικεφαλαιας εκρεμασαν εν σοι ουτοι εδωκαν την δοξαν σου 11 υιοι αραδιων και η δυναμις σου επι των τειχεων σου φυλακες εν τοις πυργοις σου ησαν τας φαρετρας αυτων εκρεμασαν επι των ορμων σου κυκλω ουτοι ετελειωσαν σου το καλλος 12 καρχηδονιοι εμποροι σου απο πληθους πασης ισχυος σου αργυριον και χρυσιον και σιδηρον και κασσιτερον και μολυβον εδωκαν την αγοραν σου
13 η ελλας και η συμπασα και τα παρατεινοντα ουτοι ενεπορευοντο σοι εν ψυχαις ανθρωπων και σκευη χαλκα εδωκαν την εμποριαν σου 14 εξ οικου θεργαμα ιππους και ιππεις εδωκαν αγοραν σου 15 υιοι ροδιων εμποροι σου απο νησων επληθυναν την εμποριαν σου οδοντας ελεφαντινους και τοις εισαγομενοις αντεδιδους τους μισθους σου 16 ανθρωπους εμποριαν σου απο πληθους του συμμικτου σου στακτην και ποικιλματα εκ θαρσις και ραμωθ και χορχορ εδωκαν την αγοραν σου 17 ιουδας και οι υιοι του ισραηλ ουτοι εμποροι σου εν σιτου πρασει και μυρων και κασιας και πρωτον μελι και ελαιον και ρητινην εδωκαν εις τον συμμικτον σου 18 δαμασκος εμπορος σου εκ πληθους πασης δυναμεως σου οινος εκ χελβων και ερια εκ μιλητου 19 και οινον εις την αγοραν σου εδωκαν εξ ασηλ σιδηρος ειργασμενος και τροχος εν τω συμμικτω σου εστιν 20 δαιδαν εμποροι σου μετα κτηνων εκλεκτων εις αρματα 21 η αραβια και παντες οι αρχοντες κηδαρ ουτοι εμποροι σου δια χειρος σου καμηλους και κριους και αμνους εν οις εμπορευονται σε 22 εμποροι σαβα και ραγμα ουτοι εμποροι σου μετα πρωτων ηδυσματων και λιθων χρηστων και χρυσιον εδωκαν την αγοραν σου 23 χαρραν και χαννα ουτοι εμποροι σου ασσουρ και χαρμαν εμποροι σου 24 φεροντες εμποριαν υακινθον και θησαυρους εκλεκτους δεδεμενους σχοινιοις και κυπαρισσινα
25 πλοια εν αυτοις καρχηδονιοι εμποροι σου εν τω πληθει εν τω συμμικτω σου και ενεπλησθης και εβαρυνθης σφοδρα εν καρδια θαλασσης 26 εν υδατι πολλω ηγον σε οι κωπηλαται σου το πνευμα του νοτου συνετριψεν σε εν καρδια θαλασσης 27 ησαν δυναμεις σου και ο μισθος σου και των συμμικτων σου και οι κωπηλαται σου και οι κυβερνηται σου και οι συμβουλοι σου και οι συμμικτοι σου εκ των συμμικτων σου και παντες οι ανδρες οι πολεμισται σου οι εν σοι και πασα η συναγωγη σου εν μεσω σου πεσουνται εν καρδια θαλασσης εν τη ημερα της πτωσεως σου 28 προς την φωνην της κραυγης σου οι κυβερνηται σου φοβω φοβηθησονται 29 και καταβησονται απο των πλοιων παντες οι κωπηλαται σου και οι επιβαται και οι πρωρεις της θαλασσης επι την γην στησονται 30 και αλαλαξουσιν επι σε τη φωνη αυτων και κεκραξονται πικρον και επιθησουσιν επι την κεφαλην αυτων γην και σποδον υποστρωσονται 32 και λημψονται οι υιοι αυτων επι σε θρηνον και θρηνημα σοι 33 ποσον τινα ευρες μισθον απο της θαλασσης ενεπλησας εθνη απο του πληθους σου και απο του συμμικτου σου επλουτισας παντας βασιλεις της γης 34 νυν συνετριβης εν θαλασση εν βαθει υδατος ο συμμικτος σου και πασα η συναγωγη σου εν μεσω σου επεσον παντες οι κωπηλαται σου 35 παντες οι κατοικουντες τας νησους εστυγνασαν επι σε και οι βασιλεις αυτων εκστασει εξεστησαν και εδακρυσεν το προσωπον αυτων 36 εμποροι απο εθνων εσυρισαν σε απωλεια εγενου και ουκετι εση εις τον αιωνα

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας