Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ συ υιε ανθρωπου λαβε σεαυτω ρομφαιαν οξειαν υπερ ξυρον κουρεως κτηση αυτην σεαυτω και επαξεις αυτην επι την κεφαλην σου και επι τον πωγωνα σου και λημψη ζυγον σταθμιων και διαστησεις αυτους 2 το τεταρτον εν πυρι ανακαυσεις εν μεση τη πολει κατα την πληρωσιν των ημερων του συγκλεισμου και λημψη το τεταρτον και κατακαυσεις αυτο εν μεσω αυτης και το τεταρτον κατακοψεις εν ρομφαια κυκλω αυτης και το τεταρτον διασκορπισεις τω πνευματι και μαχαιραν εκκενωσω οπισω αυτων 3 και λημψη εκειθεν ολιγους εν αριθμω και συμπεριλημψη αυτους τη αναβολη σου 4 και εκ τουτων λημψη ετι και ριψεις αυτους εις μεσον του πυρος και κατακαυσεις αυτους εν πυρι εξ αυτης εξελευσεται πυρ και ερεις παντι οικω ισραηλ 5 ταδε λεγει κυριος αυτη η ιερουσαλημ εν μεσω των εθνων τεθεικα αυτην και τας κυκλω αυτης χωρας 6 και ερεις τα δικαιωματα μου τη ανομω εκ των εθνων και τα νομιμα μου εκ των χωρων των κυκλω αυτης διοτι τα δικαιωματα μου απωσαντο και εν τοις νομιμοις μου ουκ επορευθησαν εν αυτοις 7 δια τουτο ταδε λεγει κυριος ανθ' ων η αφορμη υμων εκ των εθνων των κυκλω υμων και εν τοις νομιμοις μου ουκ επορευθητε και τα δικαιωματα μου ουκ εποιησατε αλλ' ουδε κατα τα δικαιωματα των εθνων των κυκλω υμων ου πεποιηκατε 8 δια τουτο ταδε λεγει κυριος ιδου εγω επι σε και ποιησω εν μεσω σου κριμα ενωπιον των εθνων 9 και ποιησω εν σοι α ου πεποιηκα και α ου ποιησω ομοια αυτοις ετι κατα παντα τα βδελυγματα σου 10 δια τουτο πατερες φαγονται τεκνα εν μεσω σου και τεκνα φαγονται πατερας και ποιησω εν σοι κριματα και διασκορπιω παντας τους καταλοιπους σου εις παντα ανεμον 11 δια τουτο ζω εγω λεγει κυριος ει μη ανθ' ων τα αγια μου εμιανας εν πασιν τοις βδελυγμασιν σου καγω απωσομαι σε ου φεισεται μου ο οφθαλμος καγω ουκ ελεησω 12 το τεταρτον σου εν θανατω αναλωθησεται και το τεταρτον σου εν λιμω συντελεσθησεται εν μεσω σου και το τεταρτον σου εις παντα ανεμον σκορπιω αυτους και το τεταρτον σου εν ρομφαια πεσουνται κυκλω σου και μαχαιραν εκκενωσω οπισω αυτων 13 και συντελεσθησεται ο θυμος μου και η οργη μου επ' αυτους και επιγνωση διοτι εγω κυριος λελαληκα εν ζηλω μου εν τω συντελεσαι με την οργην μου επ' αυτους

Loading...


14 και θησομαι σε εις ερημον και τας θυγατερας σου κυκλω σου ενωπιον παντος διοδευοντος 15 και εση στενακτη και δηλαιστη εν τοις εθνεσιν τοις κυκλω σου εν τω ποιησαι με εν σοι κριματα εν εκδικησει θυμου μου εγω κυριος λελαληκα 16 εν τω εξαποστειλαι με τας βολιδας μου του λιμου επ' αυτους και εσονται εις εκλειψιν και συντριψω στηριγμα αρτου σου

Loading...


17 και εξαποστελω επι σε λιμον και θηρια πονηρα και τιμωρησομαι σε και θανατος και αιμα διελευσονται επι σε και ρομφαιαν επαξω επι σε κυκλοθεν εγω κυριος λελαληκα

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας