Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΟ γαρ αφθαρτον σου πνευμα εστιν εν πασιν 2 διο τους παραπιπτοντας κατ' ολιγον ελεγχεις και εν οις αμαρτανουσιν υπομιμνησκων νουθετεις ινα απαλλαγεντες της κακιας πιστευσωσιν επι σε κυριε 3 και γαρ τους παλαι οικητορας της αγιας σου γης

Loading...


4 μισησας επι τω εχθιστα πρασσειν εργα φαρμακειων και τελετας ανοσιους 5 τεκνων τε φονας ανελεημονας και σπλαγχνοφαγον ανθρωπινων σαρκων θοιναν και αιματος εκ μεσου μυστας θιασου 6 και αυθεντας γονεις ψυχων αβοηθητων εβουληθης απολεσαι δια χειρων πατερων ημων 7 ινα αξιαν αποικιαν δεξηται θεου παιδων η παρα σοι πασων τιμιωτατη γη 8 αλλα και τουτων ως ανθρωπων εφεισω απεστειλας τε προδρομους του στρατοπεδου σου σφηκας ινα αυτους κατα βραχυ εξολεθρευσωσιν 9 ουκ αδυνατων εν παραταξει ασεβεις δικαιοις υποχειριους δουναι η θηριοις δεινοις η λογω αποτομω υφ' εν εκτριψαι 10 κρινων δε κατα βραχυ εδιδους τοπον μετανοιας ουκ αγνοων οτι πονηρα η γενεσις αυτων και εμφυτος η κακια αυτων και οτι ου μη αλλαγη ο λογισμος αυτων εις τον αιωνα

Loading...


11 σπερμα γαρ ην κατηραμενον απ' αρχης ουδε ευλαβουμενος τινα εφ' οις ημαρτανον αδειαν εδιδους 12 τις γαρ ερει τι εποιησας η τις αντιστησεται τω κριματι σου τις δε εγκαλεσει σοι κατα εθνων απολωλοτων α συ εποιησας η τις εις καταστασιν σοι ελευσεται εκδικος κατα αδικων ανθρωπων
13 ουτε γαρ θεος εστιν πλην σου ω μελει περι παντων ινα δειξης οτι ουκ αδικως εκρινας

Loading...


14 ουτε βασιλευς η τυραννος αντοφθαλμησαι δυνησεται σοι περι ων εκολασας 15 δικαιος δε ων δικαιως τα παντα διεπεις αυτον τον μη οφειλοντα κολασθηναι καταδικασαι αλλοτριον ηγουμενος της σης δυναμεως 16 η γαρ ισχυς σου δικαιοσυνης αρχη και το παντων σε δεσποζειν παντων φειδεσθαι σε ποιει 17 ισχυν γαρ ενδεικνυσαι απιστουμενος επι δυναμεως τελειοτητι και εν τοις ειδοσι το θρασος εξελεγχεις 18 συ δε δεσποζων ισχυος εν επιεικεια κρινεις και μετα πολλης φειδους διοικεις ημας παρεστιν γαρ σοι οταν θελης το δυνασθαι 19 εδιδαξας δε σου τον λαον δια των τοιουτων εργων οτι δει τον δικαιον ειναι φιλανθρωπον και ευελπιδας εποιησας τους υιους σου οτι διδοις επι αμαρτημασιν μετανοιαν 20 ει γαρ εχθρους παιδων σου και οφειλομενους θανατω μετα τοσαυτης ετιμωρησω προσοχης και διεσεως δους χρονους και τοπον δι' ων απαλλαγωσι της κακιας 21 μετα ποσης ακριβειας εκρινας τους υιους σου ων τοις πατρασιν ορκους και συνθηκας εδωκας αγαθων υποσχεσεων 22 ημας ουν παιδευων τους εχθρους ημων εν μυριοτητι μαστιγοις ινα σου την αγαθοτητα μεριμνωμεν κρινοντες κρινομενοι δε προσδοκωμεν ελεος 23 οθεν και τους εν αφροσυνη ζωης βιωσαντας αδικως δια των ιδιων εβασανισας βδελυγματων 24 και γαρ των πλανης οδων μακροτερον επλανηθησαν θεους υπολαμβανοντες τα και εν ζωοις των αισχρων ατιμα νηπιων δικην αφρονων ψευσθεντες

Loading...


25 δια τουτο ως παισιν αλογιστοις την κρισιν εις εμπαιγμον επεμψας 26 οι δε παιγνιοις επιτιμησεως μη νουθετηθεντες αξιαν θεου κρισιν πειρασουσιν 27 εφ' οις γαρ αυτοι πασχοντες ηγανακτουν επι τουτοις ους εδοκουν θεους εν αυτοις κολαζομενοι ιδοντες ον παλαι ηρνουντο ειδεναι θεον επεγνωσαν αληθη διο και το τερμα της καταδικης επ' αυτους επηλθεν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας