Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙΜΙ μεν καγω θνητος ανθρωπος ισος απασιν και γηγενους απογονος πρωτοπλαστου και εν κοιλια μητρος εγλυφην σαρξ 2 δεκαμηνιαιω χρονω παγεις εν αιματι εκ σπερματος ανδρος και ηδονης υπνω συνελθουσης

Loading...


3 και εγω δε γενομενος εσπασα τον κοινον αερα και επι την ομοιοπαθη κατεπεσον γην πρωτην φωνην την ομοιαν πασιν ισα κλαιων 4 εν σπαργανοις ανετραφην και φροντισιν 5 ουδεις γαρ βασιλεων ετεραν εσχεν γενεσεως αρχην 6 μια δε παντων εισοδος εις τον βιον εξοδος τε ιση

Loading...


7 δια τουτο ευξαμην και φρονησις εδοθη μοι επεκαλεσαμην και ηλθεν μοι πνευμα σοφιας 8 προεκρινα αυτην σκηπτρων και θρονων και πλουτον ουδεν ηγησαμην εν συγκρισει αυτης 9 ουδε ωμοιωσα αυτη λιθον ατιμητον οτι ο πας χρυσος εν οψει αυτης ψαμμος ολιγη και ως πηλος λογισθησεται αργυρος εναντιον αυτης

Loading...


10 υπερ υγιειαν και ευμορφιαν ηγαπησα αυτην και προειλομην αυτην αντι φωτος εχειν οτι ακοιμητον το εκ ταυτης φεγγος 11 ηλθεν δε μοι τα αγαθα ομου παντα μετ' αυτης και αναριθμητος πλουτος εν χερσιν αυτης

Loading...


12 ευφρανθην δε επι πασιν οτι αυτων ηγειται σοφια ηγνοουν δε αυτην γενετιν ειναι τουτων
13 αδολως τε εμαθον αφθονως τε μεταδιδωμι τον πλουτον αυτης ουκ αποκρυπτομαι 14 ανεκλιπης γαρ θησαυρος εστιν ανθρωποις ον οι κτησαμενοι προς θεον εστειλαντο φιλιαν δια τας εκ παιδειας δωρεας συσταθεντες 15 εμοι δε δωη ο θεος ειπειν κατα γνωμην και ενθυμηθηναι αξιως των δεδομενων οτι αυτος και της σοφιας οδηγος εστιν και των σοφων διορθωτης 16 εν γαρ χειρι αυτου και ημεις και οι λογοι ημων πασα τε φρονησις και εργατειων επιστημη 17 αυτος γαρ μοι εδωκεν των οντων γνωσιν αψευδη ειδεναι συστασιν κοσμου και ενεργειαν στοιχειων 18 αρχην και τελος και μεσοτητα χρονων τροπων αλλαγας και μεταβολας καιρων 19 ενιαυτου κυκλους και αστρων θεσεις 20 φυσεις ζωων και θυμους θηριων πνευματων βιας και διαλογισμους ανθρωπων διαφορας φυτων και δυναμεις ριζων 21 οσα τε εστιν κρυπτα και εμφανη εγνων η γαρ παντων τεχνιτις εδιδαξεν με σοφια 22 εστιν γαρ εν αυτη πνευμα νοερον αγιον μονογενες πολυμερες λεπτον ευκινητον τρανον αμολυντον σαφες απημαντον φιλαγαθον οξυ 23 ακωλυτον ευεργετικον φιλανθρωπον βεβαιον ασφαλες αμεριμνον παντοδυναμον πανεπισκοπον και δια παντων χωρουν πνευματων νοερων καθαρων λεπτοτατων 24 πασης γαρ κινησεως κινητικωτερον σοφια διηκει δε και χωρει δια παντων δια την καθαροτητα 25 ατμις γαρ εστιν της του θεου δυναμεως και απορροια της του παντοκρατορος δοξης ειλικρινης δια τουτο ουδεν μεμιαμμενον εις αυτην παρεμπιπτει 26 απαυγασμα γαρ εστιν φωτος αιδιου και εσοπτρον ακηλιδωτον της του θεου ενεργειας και εικων της αγαθοτητος αυτου

Loading...


27 μια δε ουσα παντα δυναται και μενουσα εν αυτη τα παντα καινιζει και κατα γενεας εις ψυχας οσιας μεταβαινουσα φιλους θεου και προφητας κατασκευαζει 28 ουθεν γαρ αγαπα ο θεος ει μη τον σοφια συνοικουντα 29 εστιν γαρ αυτη ευπρεπεστερα ηλιου και υπερ πασαν αστρων θεσιν φωτι συγκρινομενη ευρισκεται προτερα 30 τουτο μεν γαρ διαδεχεται νυξ σοφιας δε ου κατισχυει κακια

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας