Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΔΙΚΑΙΩΝ δε ψυχαι εν χειρι θεου και ου μη αψηται αυτων βασανος

Loading...


2 εδοξαν εν οφθαλμοις αφρονων τεθναναι και ελογισθη κακωσις η εξοδος αυτων

Loading...


3 και η αφ' ημων πορεια συντριμμα οι δε εισιν εν ειρηνη 4 και γαρ εν οψει ανθρωπων εαν κολασθωσιν η ελπις αυτων αθανασιας πληρης 5 και ολιγα παιδευθεντες μεγαλα ευεργετηθησονται οτι ο θεος επειρασεν αυτους και ευρεν αυτους αξιους εαυτου 6 ως χρυσον εν χωνευτηριω εδοκιμασεν αυτους και ως ολοκαρπωμα θυσιας προσεδεξατο αυτους

Loading...


7 και εν καιρω επισκοπης αυτων αναλαμψουσιν και ως σπινθηρες εν καλαμη διαδραμουνται

Loading...


8 κρινουσιν εθνη και κρατησουσιν λαων και βασιλευσει αυτων κυριος εις τους αιωνας

Loading...


9 οι πεποιθοτες επ' αυτω συνησουσιν αληθειαν και οι πιστοι εν αγαπη προσμενουσιν αυτω οτι χαρις και ελεος τοις εκλεκτοις αυτου 10 οι δε ασεβεις καθα ελογισαντο εξουσιν επιτιμιαν οι αμελησαντες του δικαιου και του κυριου αποσταντες 11 σοφιαν γαρ και παιδειαν ο εξουθενων ταλαιπωρος και κενη η ελπις αυτων και οι κοποι ανονητοι και αχρηστα τα εργα αυτων 12 αι γυναικες αυτων αφρονες και πονηρα τα τεκνα αυτων επικαταρατος η γενεσις αυτων
13 οτι μακαρια στειρα η αμιαντος ητις ουκ εγνω κοιτην εν παραπτωματι εξει καρπον εν επισκοπη ψυχων 14 και ευνουχος ο μη εργασαμενος εν χειρι ανομημα μηδε ενθυμηθεις κατα του κυριου πονηρα δοθησεται γαρ αυτω της πιστεως χαρις εκλεκτη και κληρος εν ναω κυριου θυμηρεστερος

Loading...


15 αγαθων γαρ πονων καρπος ευκλεης και αδιαπτωτος η ριζα της φρονησεως 16 τεκνα δε μοιχων ατελεστα εσται και εκ παρανομου κοιτης σπερμα αφανισθησεται 17 εαν τε γαρ μακροβιοι γενωνται εις ουθεν λογισθησονται και ατιμον επ' εσχατων το γηρας αυτων 18 εαν τε οξεως τελευτησωσιν ουχ εξουσιν ελπιδα ουδε εν ημερα διαγνωσεως παραμυθιον 19 γενεας γαρ αδικου χαλεπα τα τελη

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας