Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΜΕΓΑΛΑΙ γαρ σου αι κρισεις και δυσδιηγητοι δια τουτο απαιδευτοι ψυχαι επλανηθησαν 2 υπειληφοτες γαρ καταδυναστευειν εθνος αγιον ανομοι δεσμιοι σκοτους και μακρας πεδηται νυκτος κατακλεισθεντες οροφοις φυγαδες της αιωνιου προνοιας εκειντο

Loading...


3 λανθανειν γαρ νομιζοντες επι κρυφαιοις αμαρτημασιν αφεγγει ληθης παρακαλυμματι εσκορπισθησαν θαμβουμενοι δεινως και ινδαλμασιν εκταρασσομενοι 4 ουδε γαρ ο κατεχων αυτους μυχος αφοβους διεφυλαττεν ηχοι δ' εκταρασσοντες αυτους περιεκομπουν και φασματα αμειδητοις κατηφη προσωποις ενεφανιζετο 5 και πυρος μεν ουδεμια βια κατισχυεν φωτιζειν ουτε αστρων εκλαμπροι φλογες καταυγαζειν υπεμενον την στυγνην εκεινην νυκτα 6 διεφαινετο δ' αυτοις μονον αυτοματη πυρα φοβου πληρης εκδειματουμενοι δε της μη θεωρουμενης εκεινης οψεως ηγουντο χειρω τα βλεπομενα 7 μαγικης δε εμπαιγματα κατεκειτο τεχνης και της επι φρονησει αλαζονειας ελεγχος εφυβριστος

Loading...


8 οι γαρ υπισχνουμενοι δειματα και ταραχας απελαυνειν ψυχης νοσουσης ουτοι καταγελαστον ευλαβειαν ενοσουν 9 και γαρ ει μηδεν αυτους ταραχωδες εφοβει κνωδαλων παροδοις και ερπετων συριγμοις εκσεσοβημενοι διωλλυντο εντρομοι και τον μηδαμοθεν φευκτον αερα προσιδειν αρνουμενοι 10 δειλον γαρ ιδιω πονηρια μαρτυρι καταδικαζομενη αει δε προσειληφεν τα χαλεπα συνεχομενη τη συνειδησει 11 ουθεν γαρ εστιν φοβος ει μη προδοσια των απο λογισμου βοηθηματων 12 ενδοθεν δε ουσα ηττων η προσδοκια πλειονα λογιζεται την αγνοιαν της παρεχουσης την βασανον αιτιας
13 οι δε την αδυνατον οντως νυκτα και εξ αδυνατου αδου μυχων επελθουσαν τον αυτον υπνον κοιμωμενοι 14 τα μεν τερασιν ηλαυνοντο φαντασματων τα δε της ψυχης παρελυοντο προδοσια αιφνιδιος γαρ αυτοις και απροσδοκητος φοβος επεχυθη 15 ειθ' ουτως ος δη ποτ' ουν ην εκει καταπιπτων εφρουρειτο εις την ασιδηρον ειρκτην κατακλεισθεις 16 ει τε γαρ γεωργος ην τις η ποιμην η των κατ' ερημιαν εργατης μοχθων προλημφθεις την δυσαλυκτον εμενεν αναγκην μια γαρ αλυσει σκοτους παντες εδεθησαν 17 ει τε πνευμα συριζον η περι αμφιλαφεις κλαδους ορνεων ηχος ευμελης η ρυθμος υδατος πορευομενου βια η κτυπος απηνης καταρριπτομενων πετρων 18 η σκιρτωντων ζωων δρομος αθεωρητος η ωρυομενων απηνεστατων θηριων φωνη η αντανακλωμενη εκ κοιλοτητος ορεων ηχω παρελυεν αυτους εκφοβουντα 19 ολος γαρ ο κοσμος λαμπρω κατελαμπετο φωτι και ανεμποδιστοις συνειχετο εργοις 20 μονοις δε εκεινοις επετετατο βαρεια νυξ εικων του μελλοντος αυτους διαδεχεσθαι σκοτους εαυτοις δε ησαν βαρυτεροι σκοτους

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας