Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΥΟΔΩΣΕΝ τα εργα αυτων εν χειρι προφητου αγιου 2 διωδευσαν ερημον αοικητον και εν αβατοις επηξαν σκηνας

Loading...


3 αντεστησαν πολεμιοις και εχθρους ημυναντο

Loading...


4 εδιψησαν και επεκαλεσαντο σε και εδοθη αυτοις εκ πετρας ακροτομου υδωρ και ιαμα διψης εκ λιθου σκληρου

Loading...


5 δι' ων γαρ εκολασθησαν οι εχθροι αυτων δια τουτων αυτοι απορουντες ευεργετηθησαν 6 αντι μεν πηγης αεναου ποταμου αιματι λυθρωδει ταραχθεντος 7 εις ελεγχον νηπιοκτονου διαταγματος εδωκας αυτοις δαψιλες υδωρ ανελπιστως 8 δειξας δια του τοτε διψους πως τους υπεναντιους εκολασας 9 οτε γαρ επειρασθησαν καιπερ εν ελεει παιδευομενοι εγνωσαν πως μετ' οργης κρινομενοι ασεβεις εβασανιζοντο 10 τουτους μεν γαρ ως πατηρ νουθετων εδοκιμασας εκεινους δε ως αποτομος βασιλευς καταδικαζων εξητασας 11 και αποντες δε και παροντες ομοιως ετρυχοντο 12 διπλη γαρ αυτους ελαβεν λυπη και στεναγμος μνημων των παρελθοντων
13 οτε γαρ ηκουσαν δια των ιδιων κολασεων ευεργετημενους αυτους ησθοντο του κυριου 14 ον γαρ εν εκθεσει παλαι ριφεντα απειπον χλευαζοντες επι τελει των εκβασεων εθαυμασαν ουχ ομοια δικαιοις διψησαντες 15 αντι δε λογισμων ασυνετων αδικιας αυτων εν οις πλανηθεντες εθρησκευον αλογα ερπετα και κνωδαλα ευτελη επαπεστειλας αυτοις πληθος αλογων ζωων εις εκδικησιν 16 ινα γνωσιν οτι δι' ων τις αμαρτανει δια τουτων κολαζεται

Loading...


17 ου γαρ ηπορει η παντοδυναμος σου χειρ και κτισασα τον κοσμον εξ αμορφου υλης επιπεμψαι αυτοις πληθος αρκων η θρασεις λεοντας 18 η νεοκτιστους θυμου πληρεις θηρας αγνωστους ητοι πυρπνοον φυσωντας ασθμα η βρομον λικμωμενους καπνου η δεινους απ' ομματων σπινθηρας αστραπτοντας 19 ων ου μονον η βλαβη ηδυνατο συνεκτριψαι αυτους αλλα και η οψις εκφοβησασα διολεσαι

Loading...


20 και χωρις δε τουτων ενι πνευματι πεσειν εδυναντο υπο της δικης διωχθεντες και λικμηθεντες υπο πνευματος δυναμεως σου αλλα παντα μετρω και αριθμω και σταθμω διεταξας 21 το γαρ μεγαλως ισχυειν σοι παρεστιν παντοτε και κρατει βραχιονος σου τις αντιστησεται 22 οτι ως ροπη εκ πλαστιγγων ολος ο κοσμος εναντιον σου και ως ρανις δροσου ορθρινη κατελθουσα επι γην 23 ελεεις δε παντας οτι παντα δυνασαι και παρορας αμαρτηματα ανθρωπων εις μετανοιαν 24 αγαπας γαρ τα οντα παντα και ουδεν βδελυσση ων εποιησας ουδε γαρ αν μισων τι κατεσκευασας 25 πως δε διεμεινεν αν τι ει μη συ ηθελησας η το μη κληθεν υπο σου διετηρηθη 26 φειδη δε παντων οτι σα εστιν δεσποτα φιλοψυχε

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας